# Thesaurus de sancta consubstantiali trinitate 75.149

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.149

ἀναιρεθὲν αὐτὸν, συναναιρείτω τὸ ἀνόμοιον, καὶ συναναιρείσθω πάλιν ἐκείνῳ. Ἀλλ' οὐ συναναιρεῖται, οὐδὲ μὴν ἀναιρεῖ· ὄντος γάρ τινος ἀνθρώπου, τυχὸν ἔσται τι τὸ ἀνόμοιον αὐτῷ· καὶ ἀναιρεθέντος τοῦ ἀνομοίου, οὐ συναναιρεῖται τὸ ὂν, τουτέστιν ὁ ἄνθρωπος, οὗ καὶ γέγονεν ἀνόμοιον τὸ ἀναιρεθέν. Οὐκ ἄρα τῶν πρὸς ἄλληλα λεγομένων τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον. ΑΛΛΟ. Ἐπὶ τοῦ ὁμοίου καὶ τῆς ἀρετῆς καὶ τῶν ἀντικειμένων τούτοις χωρήσει τὸ μᾶλλον καὶ ἧττον. Ἔστι γὰρ εἰπεῖν οὐ ψευδόμενον τόνδε τινὰ τυχὸν ὅμοιον τῷδε, καὶ ἧττον ἢ μᾶλλον ὅμοιον, καὶ μᾶλλον δίκαιον, καὶ δίκαιον ἧττον. Ἐπὶ μέν τοι τοῦ μείζονος ἢ καὶ τοῦ ἐλάττονος, διπλασίονός τε καὶ ἡμίσεος, οὐκ ἂν εἴποι τις, μᾶλλον μεῖζον ἢ μᾶλλον ἔλαττον, ἢ μᾶλλον διπλάσιον ἢ μᾶλλον ἥμισυ. Ἀνεπίδεκτα γὰρ τοῦ ποσοῦ τὰ τῆς ποιότητος εἴδη διὰ πολλῶν ἀποδέδεικται. Εἰ τοίνυν τὸ ὅμοιον τοῦ ποσοῦ χωρητικόν ἐστι, καὶ δέχεται τὸ μᾶλλον καὶ τὸ ἔλαττον, οὐ δεχομένων αὐτὸ τοῦ ἡμίσεως καὶ διπλασίου, οὐχ ὁμογενὲς ἄρα τοῖς πρός τί ἐστιν. ΑΛΛΟ. Τὸ μᾶλλον ἤτοι τὸ μεῖζον ἐπίτασίς ἐστι καὶ ὑπερβολή τινος πράγματος οἱουδηποτοῦν, οὐκ ἀνομοίου τινὸς καὶ ἀντικειμένου δήλωσιν ἔχει. Τὸ δὲ ὅμοιον οὐχ οὕτως. Εἰσφέρει γὰρ τοῦ ἀνομοίου τὴν ἔμφασιν. Ἄλλως τε τῷ μὲν ἀνομοίῳ στέρησις ἀκολουθεῖ. Ἀποβολὴ γὰρ τοῦ ὁμοίου τὸ ἀνόμοιον ἐργάζεται. Τὸ δὲ μᾶλλον καὶ μεῖζον ἐπίτασίς τινος ὄντα, ποίαν ἔξει τὴν ἀποβολὴν, ἢ πῶς ἐπ' αὐτοῦ στέρησις ἔσται, ὥσπερ καὶ ἐπὶ τοῦ ἀνομοίου; Ἀλλ' οὐκ ἂν ἔχοι τις εἰπεῖν. Ἑτερογενὲς ἄρα τῷ ὁμοίῳ τὸ μεῖζον. ΑΛΛΟ, ἀπόδειξιν ἔχον ὅτι διὰ τοῦ λέγεσθαι μείζονα τὸν Πατέρα, συνεισφέρεται μὲν πάντως ὁ Υἱὸς, ἔστι δὲ οὐκ ἐλάττων αὐτοῦ. Τὸ μεῖζον εἴ τις ὀνομάσαι, συνεισοίσει πάντως καὶ ἀναγκαίως ἕτερόν τι παρ' αὐτὸ οὗ καὶ ἔστι μεῖζον. Οὕτω τοιγαροῦν ἔχοντος τοῦ νοήματος, φέρε κατ' αὐτὸ τὴν θείαν ἐξετάσωμεν γέννησιν, καὶ τὸν περὶ Πατρὸς καὶ Υἱοῦ γυμνάσωμεν λόγον. Ὅταν τοίνυν λέγηται μείζων ὁ Πατὴρ, συνεισφέρει μὲν πάντως τὸ ἐν σχέσει τῇ πρὸς αὐτὸν, τὴν Υἱοῦ σημασίαν φημὶ, καθ' ἧς τὸ ἔλαττον νοοῦσιν οἱ χριστομάχοι. Συνεισενεχθέντος τοιγαροῦν ἀναγκαίως τῷ Πατρὶ τοῦ Υἱοῦ, φέρε δοκιμάζωμεν πῶς ἕξει τὸ μεῖζον ὁ Πατήρ. Εἰ γὰρ φύσει Θεὸς ὁ Υἱὸς, καθάπερ καὶ ὁ Πατὴρ, φύσει ἀγαθὸς, φύσει δημιουργὸς, φύσει βασιλεὺς, ποῖον ἔσται τὸ μεῖζον ἐν Πατρὶ, ἔχοντος αὐτὰ τελείως καὶ τοῦ Υἱοῦ; Εἰ δὲ μὴ ἔχει τελείως, πῶς Θεός ἐστι τὸ ᾧ τι τῶν ἀγαθῶν ἐνδεεῖ; Τὸ γὰρ οὔπω τῆς ὀφειλούσης προσεῖναι Θεῷ τελειότητος ἐπειλημμένον, οὐκ ἂν εἴη φύσει Θεός· φύσει δὲ Θεὸς ὁ Υἱός· τέλειος ἄρα καθάπερ καὶ ὁ Πατήρ. Ἐπειδὴ δὲ τέλειος ὁ Πατὴρ, οὐκ ἐλάττων δηλαδή. Οἰκονομικῶς δέ φησιν ἑαυτοῦ μείζονα τὸν Πατέρα, ἢ καθὸ γέγονεν ἄνθρωπος, παραχωρῶν τῇ τῆς θεότητος φύσει τὸ ὑπερέχειν τῶν γενητῶν· καὶ τῷ κατὰ φύσιν Κυρίῳ τὸ ἄνω κεῖσθαι διδοὺς τῆς

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
