Ancient Greek
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.152
Not analysed yet
τοῦ δούλου μορφῆς, εἰ καὶ ὅτι μάλιστα καὶ αὐτὸς κατὰ φύσιν Κύριος, ἢ τὸ μεῖζον παραχωρῶν ὡς Πατρὶ, οὐδὲν μὲν ἧττον ἔχων αὐτοῦ κατὰ τὸν τῆς οὐσίας λόγον. Οὕτω γὰρ ἂν εἴη καὶ γνήσιον γέννημα καὶ εἰκὼν ὄντως τοῦ γεγεννηκότος, οὐ κατά τι παρακεχαραγμένη, ἀλλ' ὁλόκληρον πρὸς αὐτὸν σώζουσα τὴν ἐμφέρειαν· διὰ δὲ μόνον τὸ πρέπον ὡς Υἱὸς τῷ Πατρὶ τιμὴν ἀπονέμων τὴν μείζονα. Πρὸς τοὺς λέγοντας, ὅτι μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Ὁ Πατὴρ, φησὶν, ἦν ἀεὶ, οὐκ ἀεὶ δὲ ὁ Υἱός· πῶς οὖν οὐκ ἔσται μείζων ὁ ἀεὶ ὑπάρχων τοῦ μὴ οὕτως ὄντος; Πῶς δὲ οὐκ ἐλάττων τοῦ ἀϊδίως ὑπάρχοντος ὁ μὴ ἀΐδιος ὤν; Εἰ δὲ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, καὶ ἑτεροούσιος ἄρα πρὸς αὐτόν. Πρὸς ταῦτα λύσις. Ἐχρῆν, ὦ βέλτιστοι, μὴ λίαν οὕτω κακῶς μηδὲ ἀτέχνως προκεῖσθαι τὸ σοφὸν δὴ τοῦτο τῆς ὑμῖν πρεπούσης ἀμαθίας πρόβλημα. Εἰσφέροντες γὰρ ἡμῖν ἐπί τε Πατρὸς καὶ Υἱοῦ τὸ ἑτεροούσιον, ἀπὸ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος τὴν ἀπόδειξιν ἀμαθῶς ποιεῖσθαι σπουδάζετε, ὥσπερ ἀναγκαίως ἐχόντων πρὸς ἄλληλα τὴν ἑτεροουσιότητα, τῶν ὅσα τούτων πέφυκεν εἶναι δεκτικά. Καίτοι ξύλῳ μὲν παντὶ πρὸς ξύλον, καὶ λίθῳ πρὸς λίθον, καὶ ἀνθρώπῳ πρὸς ἄνθρωπον, τῆς μὲν οὐσίας ὁ λόγος ὁ αὐτός. Πρόσεστι δὲ ὅμως καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον· ξύλον γὰρ ξύλου μεῖζον κατά τι, καὶ πάλιν ὁμοίως ἔλαττον φαίνεται. Ἐμβαίνοντος τοίνυν καὶ ἐπὶ τῶν ὁμοουσίων τοῦ τε μείζονος καὶ τοῦ ἐλάττονος, περιττῶς ὑμεῖς ἐπὶ Πατρὸς καὶ Υἱοῦ ταύτην ἀπόδειξιν ποιεῖσθε τοῦ ἑτεροουσίου· καὶ διὰ τούτων δὲ οὐδὲν ἧττον ληροῦντες εὑρίσκεσθε. Ἴσος γὰρ ὑπάρχων ὁ Υἱὸς τῷ Πατρὶ, τὸ ἔλαττον ἐφ' ἑαυτοῦ τίθησιν οἰκονομικῶς, ὡς δέδεικται. ΑΛΛΟ. Τὰ τῆς πρὸς ἄλληλα φυσικῆς ὁμοιότητος ἐστερημένα, καὶ κατὰ τὸν τοῦ πως εἶναι λόγον διεστηκότα, τῷ ὁμοίῳ καὶ τῷ ἀνομοίῳ κρίνεται μᾶλλον, καὶ οὐδέ που τῷ τε μείζονι καὶ τῷ ἐλάττονι. Εἰ μὲν οὖν ἕν ἐστιν ὁ Πατὴρ ὡς πρὸς τὸν Υἱὸν κατὰ τὸν τῆς φύσεως λόγον, λεγέτωσαν ἡμῖν οἱ πικροὶ συζητηταὶ, κατὰ τίνα τρόπον χωρήσει ἐπ' αὐτῶν τὸ μεῖζον καὶ τὸ ἔλαττον; Εἰ δὲ πάντη διεστηκὼς καὶ κεχωρισμένος τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱὸς εἰσφέρεται, ἑτέρας τε φύσεως ὑπείληπται παρ' ὑμῖν, πῶς τὰ πάντη διεστηκότα κατὰ τὸν τοῦ πως εἶναι λόγον τὴν πρὸς ἄλληλα σύγκρισιν ἐπιδέξεται; Οὐ γὰρ δή τις ἔξω γελοιότητος κείσεται τὰ κατὰ μηδὲν ἀλλήλοις κοινωνοῦντα συγκρίνων, καὶ ἥλιον ξύλου λέγων εἶναι λαμπρότερον. Εἰ τοίνυν τὰ ἑτερογενῆ καὶ τὴν πρὸς ἄλληλα σύγκρισιν παραιτούμενα φαίνεται, ἀπαίδευτος ἡ πρότασις τὸ μεῖζον καὶ τὸ ἔλαττον ἐπὶ Υἱοῦ καὶ Πατρὸς εἰσφέρουσα, εἴπερ εἰσὶν οὐ τῆς αὐτῆς οὐσίας, καθ' ὑμᾶς,