# Thesaurus de sancta consubstantiali trinitate 75.20

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.20

ταττομένοις παρὰ Θεοῦ, καὶ ἐρωτήσεις προσάγειν ἀγνοοῦσιν ἔσθ' ὅτε τὸ ἐπιταττόμενον. Ὁ δὲ τοῦ Θεοῦ Λόγος οὐχ οὕτως ἐδείχθη ποιῶν. Ἄλλο εἰς τὸ, «Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ.» ΛΟΓ. Ιϛʹ. Περὶ ἀϊδιότητος Υἱοῦ, καὶ ὅτι ἀμερίστως προῆλθεν ἐκ τῆς οὐσίας τοῦ Πατρός. ΛΟΓ. ΙΖʹ. Ὅτι τῶν τῇ κτίσει προσόντων οὐδὲν τῷ Υἱῷ πρόσεστι· διόπερ οὐ κτίσμα ὁ Υἱός. ΛΟΓ. ΙΗʹ. Ὅτι μὴ ταυτὸν κτίσμα καὶ γέννημα, μηδὲ τὸ κτίζειν καὶ τὸ γεννᾷν ἐπὶ Θεοῦ. ΛΟΓ. ΙΘʹ. Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Υἱὸς οὐκ ἔστιν ἀληθινὸς Λόγος τοῦ Πατρὸς, ἀλλ' ἕτερός τις παρ' αὐτὸν τῇ φύσει καὶ ξένος. Τὸ δὲ ἐντεῦθεν συναγόμενον, ὅτι καὶ ὁμοούσιος τῷ Πατρὶ, καὶ οὐκ ἔξωθεν, ἀλλ' ἐκ τῆς οὐσίας ἐστὶν αὐτοῦ. ΛΟΓ. Κʹ. Εἰς τὸ, «Ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα·» ἐν ᾧ σχόλια περὶ σαρκώσεως, τὸν αὐτὸν ἔχοντα νοῦν. Εἰς τὸ, «Ἐχαρίσατο αὐτῷ,» καὶ «Ὑπερύψωσεν αὐτὸν,» καὶ ὅσα τοιαῦτα λέγεται περὶ Χριστοῦ. Εἰς τὸ ἀποστολικὸν ῥητὸν τὸ λέγον, «Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων.» Παράθεσις ῥητῶν σημαίνουσα, ὅτι τὸ, «κρείττων,» ἡ θεία Γραφὴ ἐπὶ τῶν πολὺ διεστηκότων ἢ κατὰ τὸν τῆς φύσεως λόγον, ἢ κατὰ τὴν ἀξίαν τίθησιν, ἢ κατὰ τὸ μέτρον τῆς χάριτος. Ἄλλο διηγηματικὸν, ὅτι τὸ, «Κρείττων γενόμενος τῶν ἀγγέλων,» οὐκ οὐσιῶν εἰσφέρει σύγκρισιν, ἀλλὰ μᾶλλον διακονιῶν. Εἴρηται δὲ καὶ ἄλλως. Παράθεσις ῥητῶν περὶ ἀνθρωπότητος Χριστοῦ, καὶ λύσις ἐφεξῆς. Ἄλλο ἐκ τῶν αὐτῶν, ὅτι καλὴ καὶ χρησιμωτάτη τῶν διακονιῶν ἡ σύγκρισις, τῆς τε τῶν ἀγγέλων καὶ τοῦ Υἱοῦ, τοῦ «κρείττονος» τὴν δύναμιν ἑρμηνεύουσα· πῶς γὰρ κρείττων ἀγγέλων ἐστὶ, καὶ πόσον, ἐξ αὐτῶν γνωσόμεθα. ΛΟΓ. ΚΑʹ. Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, «Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.» Τὸ δὲ συναγόμενον, ὅτι οὐ ποίημα οὐδὲ κτίσμα ὁ Υἱός. ΛΟΓ. ΚΒʹ. Εἰς τὸ, «Περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ μόνος.» ΛΟΓ. ΚΓʹ. Εἰς τὸ, «Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
