Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.200.1
Not analysed yet
χρόνῳ, ἐπεὶ καὶ αὐτός ἐστι πρὸ πάντων· ἀλλὰ κἂν ἔχῃ τὸ προτερεύειν κατὰ τὸν χρόνον, ἔσται πάλιν ἡμῖν κατ' οὐσίαν ὁ αὐτός. Τί γὰρ κωλύσει τὸν Ἀδὰμ εἰς τὸ εἶναι κατὰ φύσιν ὅμοιον τῷ Παύλῳ τύχον, ἢ ἑτέρῳ τινὶ τῶν μετ' αὐτὸν γεγονότων, τὸ πρὸ πάντων αὐτὸν πεποιῆσθαι παρὰ Θεοῦ; Εἰ τοίνυν οὐδὲν ἐν τούτοις ὁ χρόνος ὠφελεῖ, τί κωλύει καὶ τὸν Υἱὸν πρὸ ἡμῶν γεγονότα, τῆς αὐτῆς οὐσίας ἡμῖν ὑπάρχειν, εἰ μηδὲν ἔστιν ἕτερον τὸ μεταξὺ ἡμῶν τε καὶ αὐτοῦ; Καὶ εἰ τοῦτο καθ' ὑμᾶς ἐστιν ἀληθὲς, ὅτου δὴ χάριν αὐτὸς μόνος καλεῖται Ποιητὴς, ἡμῶν οὐκ ἐχόντων τοῦτο; Καὶ ἡμεῖς μὲν δι' αὐτοῦ γεγόναμεν, αὐτὸς δὲ τὴν τοῦ Δημιουργοῦ δόξαν φέρει. Ἦν δὲ ὄντως ἀκόλουθον εἰ ταυτόν ἐσμεν κατὰ φύσιν αὐτῷ, τὴν αὐτὴν ἐκείνῳ χώραν ἐπέχειν παρὰ τῷ Πατρὶ καὶ ἡμᾶς, καὶ ἕκαστον ἡμῶν καλεῖσθαι καὶ Μονογενῆ, καὶ Λόγον, καὶ σοφίαν τοῦ Πατρός. Ὧν γὰρ ἡ φύσις μία, τούτοις ἔσται καὶ τὸ ὄνομα κοινόν· καὶ ὅπερ ἑνὶ κατὰ φύσιν ὑπάρχει, τοῦτο πάντως ἐγκείσεται καὶ τοῖς τῆς αὐτῆς μετέχουσιν οὐσίας. Εἰ δὲ τοῦτο ἄτοπον, καὶ οὔτε δημιουργοί ἐσμεν ἢ κεκλήμεθα, οὔτε μὴν σοφία, ἢ Λόγος, ἢ ἀπαύγασμα· μόνος δὲ ταῦτά ἐστιν ὁ Υἱὸς, οὐκ ἄρα κατὰ φύσιν ἔσται πρὸς ἡμᾶς ὁ αὐτὸς, ἀλλ' ἰδιάζουσαν ἐκ τοῦ Πατρὸς ἔχει τὴν γέννησιν, καὶ οὕτως ἐστὶν ἓν πρὸς τὸν ἑαυτοῦ Πατέρα, οὐ καθάπερ ἡμεῖς τῇ πρὸς αὐτὸν σχέσει τὴν ἑνότητα κερδαίνοντες μετοχικῶς τε καὶ μεταληπτικῶς, ὥσπερ ἂν εἰ καὶ σίδηρος πυρὶ ὁμιλήσας περιθερμαίνοιτο παρ' αὐτοῦ. ΑΛΛΟ, μετὰ γοργῆς ἀποδείξεως διδάσκον ὅτι τὰ ἐξομοιούμενά τισιν, οὐ πάντως καὶ κατὰ φύσιν ἔνεισιν οἷς ἐξομοιοῦνται, ἀλλ' ὥσπερ τινὲς εἰκόνες τὰ φύσει προσόντα τισὶ γίνονται τῶν κατὰ προαίρεσιν ἡμῶν κινημάτων. Λέγει πρός τινας ἡ θεία Γραφή· «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις.» Καὶ πάλιν περὶ ἑτέρων· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Καὶ πάλιν· «Ἵπποι θηλυμανεῖς ἐγενήθησαν.» Ὁ δέ γε Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς τρανότερον λέγει· «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Καὶ πάλιν· «Γίνεσθε οἰκτίρμονες καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν.» Εἰ μὲν οὖν τὸ τοῖς ἀλόγοις ζώοις ἐξομοιοῦσθαί τινας, ὅτι τὴν αὐτὴν ἐκείνοις ἐνόσησαν ἀβουλίαν, καὶ κατὰ φύσιν εἶναι τοῦτο ποιεῖ ὅπερ ἐστὶν ἐκεῖνα· καὶ πάλιν, εἰ τὸ μιμεῖσθαι τοὺς μαθητὰς τὸ τοῦ ὄφεως φρόνιμον, καὶ τὸ τῆς περιστερᾶς ἀκέραιον, καὶ τὸ τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς πρόχειρον περὶ τὸ πάντας ἑλεῖν, καὶ ὄφεις αὐτοὺς καὶ περιστερὰς καὶ κατὰ φύσιν ὁμοίους γίνεσθαι παρασκευάζει τῷ Θεῷ· ὅταν λεγώμεθα γίνεσθαι πρὸς Κύριον ἓν, οὐδὲν κωλύει λέγειν, ὅτι δὴ κατὰ τὸν τῆς οὐσίας λόγον ἓν γεγόναμεν πρὸς τὸν Θεὸν, ὥσπερ ἐστὶ καὶ ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα. Εἰ δὲ μέχρι μόνης ἐννοίας ἢ πράξεως ἡ ὁμοιότης ἡμῖν πρὸς τὰ ἀντιπαραβαλλόμενα πέφυκε γίνεσθαι, οὐκ ἐσμὲν ἄρα