# Thesaurus de sancta consubstantiali trinitate 75.201

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.201

κατ' οὐσίαν οἱ αὐτοὶ πρὸς τὸν Θεὸν, ὅταν ἓν πρὸς αὐτὸν γίνεσθαι λεγώμεθα. Ἀλλ' ὥσπερ αὐτὸς ἕν ἐστι ῥύσει πρὸς τὸν ἑαυτοῦ Λόγον, οὕτω καὶ ἡμεῖς ἓν ὡς πρὸς ἀλλήλους γινόμεθα τῇ τε γνώμῃ, καὶ ὁμονοίᾳ, καὶ τῷ κατὰ μηδένα τρόπον στασιάζειν πρὸς ἀλλήλους, ἀλλ' ἑνὶ δεσμῷ τῆς ἁγίας ἀγάπης ὥσπερ εἰς ταυτότητα περισφίγγεσθαι. ΑΛΛΟ. Ἔθος τῷ Σωτῆρι Χριστῷ τὰ κατὰ φύσιν αὐτῷ προσόντα ἀγαθὰ προφέρειν ἀεὶ, καὶ τούτοις ἐξομοιοῦσθαι κελεύειν, ὡς πρὸς τὴν θείαν ἡμᾶς ἀναπλάττων εἰκόνα, καθ' ἣν καὶ πεποιήμεθα. Ὅτε γοῦν πράους καὶ ἡμᾶς διδάξαι βούλεται, λέγει· «Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ.» Καὶ οὐχ ὅταν ἐξ αὐτοῦ μαθόντες γενώμεθα πρᾶοι, πάντως ἐξομοιούμεθα κατὰ φύσιν αὐτῷ, ἀλλὰ μόνον κατὰ τὸ τῆς πραότητος σχῆμα. Οὐκοῦν ὅταν λέγῃ περὶ ἡμῶν, «Ἵνα ὦσιν ἒν, καθὼς ἡμεῖς ἕν ἐσμεν,» ἐξ ἑαυτοῦ λαβὼν τὸ παράδειγμα, οὐ πάντως ἵνα κατὰ φύσιν ἓν ὡς πρὸς τὸν Θεὸν γενώμεθα τοῦτό φησιν, ἀλλ' ἵνα ὥσπερ φυσικῶς ἕν ἐστιν αὐτὸς πρὸς τὸν Πατέρα, οὕτω καὶ ἡμεῖς τῇ ὁμοψυχίᾳ καὶ τὰ αὐτὰ φρονεῖν εἰς ἀλλήλους ἓν γενώμεθα, τὴν φυσικὴν ταυτότητα τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν εἰκόνα λαμβάνοντες τῆς ἀδιαστάτου γνώμης· ὥσπερ ἓν ἡμᾶς σῶμα καὶ μίαν ψυχὴν δυναμένης ἀποτελεῖν. Οὕτω γὰρ περὶ τῶν πιστευσάντων γέγραπται, ὅτι «Τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ψυχὴ μία.» ΑΛΛΟ. Τὰ φύσει προσόντα τισὶν ὥσπερ εἰκόνες ἀμετάβλητοι γίνονται τοῖς πρὸς αὐτὰ τὴν οἰκείαν προαίρεσιν διαπλάττειν βουλομένοις· ὁποῖόν ἐστι τὸ, «Γίνεσθε ὡς οἱ ὄφεις, καὶ ὡς αἱ περιστεραί.» Οὐκοῦν εἰκόνα τινὰ ὑπογραμμὸν τῆς ὀφειλούσης ἐν ἡμῖν ἑνότητος γίνεσθαι προαιρετικῶς, προτείνει καὶ νῦν ὁ Υἱὸς, ἣν ἔχει πρὸς τὸν Πατέρα φυσικὴν ταυτότητα. Ὅταν οὖν λέγῃ περὶ ἡμῶν· «Ἵνα καὶ αὐτοὶ ἓν ὦσι, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν,» οὐχ ἵνα τὴν φύσιν ἀφέντες τὴν ἑαυτῶν, εἰς τὴν τοῦ Υἱοῦ μεταποιηθῶμεν, τοῦτό φησιν (ἀδύνατον γὰρ), ἀλλ' ἵνα καθάπερ ἤδη προείρηται, τοῦτο κατὰ γνώμην ὡς πρὸς ἀλλήλους γενώμεθα ὅπερ ἐστὶ κατὰ φύσιν αὐτὸς πρὸς τὸν Πατέρα· ἓν δηλαδή. Εἰ δὲ οὐκ ἔστιν εἰκὼν καὶ ὑπόδειγμα τὸ λεγόμενον, ἀλλὰ πάντως φυσικὴν ἔσεσθαί τινα μεταβολὴν οἴεταί τις, ἑαυτὸν ἐξαπατᾷ τὸ ἀληθὲς οὐχ ὁρῶν. Εἰ γὰρ ἐβούλετο γενέσθαι κατὰ φύσιν ἡμᾶς ὁ Υἱὸς ὅπερ ἐστὶν αὐτὸς πρὸς τὸν Πατέρα, ἐχρῆν εἰπεῖν· Ἵνα δὴ, ὥσπερ ἐγὼ πρὸς σὲ, Πάτερ, ἕν εἰμι, οὕτω καὶ αὐτοί. Νυνὶ δὲ τοῦτο μὲν οὐκ εἰπὼν, τῷ δὲ πληθυντικῷ χρησάμενος ἀριθμῷ, καὶ λέγων· «Ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι,» διδάσκει σαφῶς ὅτιπερ οὐκ εἰς τὴν τῆς θεότητος φύσιν μεταποιηθῆναι βούλεται τοὺς εἰς αὐτὸν πιστεύοντας (ἀπίθανον γὰρ), ἀλλ' εἰκόνα τῆς κατὰ προαίρεσιν ἑνότητος λαβόντας

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
