Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.205
Not analysed yet
καὶ ἀπαύγασμα. Ἡμεῖς δὲ δι' αὐτοῦ τῆς τοῦ Πνεύματος μετοχῆς ἀξιούμενοι, ἓν ὡς πρὸς Θεὸν γίνεσθαι λεγόμεθα. ΑΛΛΟ, τὴν αὐτὴν ἔχον διάνοιαν. Λέγει που πάλιν ὁ μακάριος Ἰωάννης· «Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ.» Εἰ τοίνυν ὁμολογοῦντες, ὅτιπερ Υἱός ἐστιν Ἰησοῦς τοῦ Θεοῦ, ἐν Θεῷ γινόμεθα, καὶ αὐτὸς ὁμοίως ἐν ἡμῖν· ὁ δὲ Υἱὸς οὐχ οὕτως ἐστὶν ἐν Πατρὶ, οὐ γὰρ δῶρον ὁμολογίας ἔχει τὸ εἶναι ἐν αὐτῷ, δῆλόν ἐστι καὶ πᾶσιν εὐσύνοπτον ὅτιπερ ἄνθρωποι μὲν καλοῦνται χάριτι πρὸς ἑνότητα τὴν εἰς Θεὸν, καὶ γέρας ὁμολογίας καὶ πίστεως ἔχουσι τοῦτο. Ὁ δὲ τοῦ Θεοῦ λόγος δίχα τινὸς τοιούτου φυσικῶς ἐστιν ἐν Πατρὶ, καὶ ἐν ἑαυτῷ τὸν Πατέρα φέρει, καὶ ὄντως ἕν ἐστι πρὸς αὐτόν. ΑΛΛΟ. Κατὰ τὴν Ἰωάννου φωνὴν, ὁ ὁμολογήσας ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἔχει τὸν Θεὸν ἐν ἑαυτῷ μένοντα, καὶ αὐτὸς δὲ ἐν τῷ Θεῷ γίνεται. Ὡμολόγησέ τις, ὑποκείσθω γὰρ τοῦτο τῷ λόγῳ, καὶ λαβὼν Πνεῦμα τῆς ὁμολογίας δῶρον, ἐδέξατο μὲν Θεὸν ἐν ἑαυτῷ, γέγονε δὲ καὶ αὐτὸς ἐν Θεῷ. Ἀλλὰ τὸν οὕτω διατιθέντα, συμβέβηκεν ἔκ τινος διαβολικῆς ἐπηρείας μετάγνωσιν τῶν ὀρθῶς βεβουλευμένων ἐλθεῖν, ἀπέστη τε τῆς ὁμολογίας, καὶ διὰ τοῦτο τὴν χάριν ἀποβέβληκε, καὶ τοῦ θείου Πνεύματος ἔρημος γεγονώς· οὐ γὰρ ἐν τοῖς δυσφημοῦσι τὸν Υἱὸν κατοικεῖ. Ἀπώλεσε καὶ τὸ εἶναι ἐν Θεῷ, καὶ τὸ ἔχειν αὐτὸν ἐν ἑαυτῷ. Ἄνθρωπος δὲ ἦν καὶ ὁμολογήσας, καὶ ὅτε τῆς ὁμολογίας ἀπέστη. Οὐκ ἄρα φύσει πρὸς τὴν θείαν οὐσίαν μεταποιούμεθα, ἓν ὡς πρὸς τὸν Θεὸν γίνεσθαι λεγόμενοι, ἀλλὰ χάρις ἡμᾶς, καὶ ἀρετὴ συνάπτει, καὶ κακία πάλιν ἀφίστησι· καὶ εἰ ὁμολογοῦντες ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν Θεῷ γινόμεθα, ἀρνούμενοι δὲ πάντως ἀλλοτριούμεθα. Φαίνεται δὲ οὐ δῶρον ἀρετῆς τοῦτο ἔχων ὁ Υἱός. Οὐκ ἄρα οὕτως ἐστὶν ἐν Πατρὶ ὥσπερ ἡμεῖς, ἀλλ' αὐτὸς μὲν φυσικῶς καὶ ἀμεταπτώτως ἐξ αὐτοῦ γεγεννημένος, ἡμεῖς δὲ χάριτι καὶ μετοχῇ. Ὥσπερ οὖν αὐτοῦ κατὰ φύσιν ὄντος Υἱοῦ καὶ Θεοῦ, οὕτω καὶ ἡμεῖς καθ' ὁμοιότητα αὐτοῦ καὶ υἱοὶ καὶ θεοὶ χρηματίζομεν. ΛΟΓΟΣ ΙΓʹ. Περὶ ὁμοιότητος τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα· καὶ, ὅτι οὐκ ἔστι τρεπτῆς φύσεως ὁ Υἱὸς, ἢ ἔξωθεν ὑποστὰς, ἀλλ' ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν, ὡς Υἱὸς καὶ γέννημα. Ἀντίθεσις ὡς ἐκ τῶν θεομάχων. Εἰ ἀπαράλλακτος, φασὶν, εἰκών ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς, καὶ ὅμοιός ἐστι κατὰ πάντα τῷ γεγεννηκότι, γεννάτω καὶ αὐτὸς, καὶ Υἱοῦ γενέσθω Πατήρ· οὕτω γὰρ αὐτὸν ἀκριβῶς μιμήσεται. Εἰ δὲ οὐ γεννᾷ, πῶς ἐν τῷ μὴ τίκτοντι τὸ τίκτον φαίνεται; Ἀνόμοιος γὰρ ἔσται κατὰ τοῦτο τῷ Πατρί.