Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.217
Not analysed yet
ἐσχηκένα, μισθὸν τὴν υἱότητα, καὶ τὸ εἶναι σοφίαν, καὶ Λόγον, καὶ Θεόν. Ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος ὢν, ὅμοιός ἐστι κατὰ πάντα τῷ γεγεννηκότι. ΑΛΛΟ, ὅτι οὐκ ἐξ ἀλλοιώσεως τῆς ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ ἄμεινον, ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλὰ φυσικῶς. Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, τοσοῦτον ἂν δόξειε τῆς κατὰ φύσιν ἀξίας ὑποβεβηκέναι, ὅπερ ἂν ὀφθείη κεῖσθαι μεταξὺ Θεοῦ καὶ ἀνθρώπου. Οὐ γὰρ ἦν μὲν πρότερον ἄνθρωπος, γέγονε δὲ ὕστερον ὁ Θεὸς, ἀλλὰ Θεὸς ὢν γέγονεν ἄνθρωπος· ἔχει τοίνυν οὐδὲν εἰς βελτίωσιν ἐκ τούτων ὁ τοῦ Θεοῦ Λόγος. Εἰ δὲ ὑψοῦσθαι λέγεται, καὶ ἐν τάξει χαρίσματος τὸ ὑπὲρ πᾶν ὄνομα δέχεσθαι, εἰς ἐκεῖνο δηλονότι μετὰ σαρκὸς ἐπανάγεται, εἰς ὅπερ ἦν καὶ δίχα σαρκός. Καὶ αὐτὸς δέ πού φησι· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Ποία δὲ ἦν ἡ πρὸ τοῦ κόσμου δόξα τοῦ Υἱοῦ; Τὸ ἐν μορφῇ τοῦ Πατρὸς ὑπάρχειν. Οὐδὲν ἄρα ἐστὶ τὸ ἐξ ἀλλοιώσεως καὶ τροπῆς τῆς ἐπὶ τὸ ἄμεινον προστεθὲν τῷ Υἱῷ, ἀλλ' ἡ ἐν χαρίσματος τάξει νῦν αὐτῷ διδομένη δόξα καὶ ὕψωσις, λύσις ἐστὶ τῆς μετὰ σαρκὸς ἀδοξίας, τὴν ἀπὸ τῆς τοῦ δούλου μορφῆς ἀτιμίαν ἐξαφανίζουσα. Λέγεται δὲ δίδοσθαι ταῦτα παρὰ Πατρός. Θεῷ γὰρ πάντα τὰ ὑπὲρ ἀνθρωπότητα διοικεῖν οἰκειότερον, οὐκ ἔξω τῆς τούτων οἰκονομίας ὑπάρχοντος τοῦ Υἱοῦ κατὰ τὴν τῆς θεότητος ἑνότητα, εἰ καὶ ἰδιαζόντως Υἱός ἐστιν ὡς πρὸς Πατέρα. ΑΛΛΟ, εἰς τὸ αὐτό. Εἰ καθ' ὑμᾶς, ὅτε ἐταπείνωσεν ἑαυτὸν, ὑπερυψώθη, διὰ τοῦτο καὶ ἐχαρίσθη αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τουτέστι, κέκληται Θεὸς, καὶ διὰ τοῦτο ἐχρίσθη καὶ Υἱὸς ὠνομάσθη, πρὸ τῆς ταπεινώσεως ἀνάγκη λέγειν οὐκ εἶναι ταῦτα τὸν τοῦ Θεοῦ Λόγον· οὐδὲ γὰρ ἂν δέξαιτό τις ὅπερ ἔχει καὶ μὴ λαβών. Καὶ εἰ πρὸ τῶν τῆς ταπεινώσεως χρόνων εὑρίσκεται λέγων πρός τινας Θεός· «Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου,» πολλοὶ πρὸ αὐτοῦ φαίνονται γεγονότες υἱοὶ καὶ θεοί. Πῶς οὖν ἀληθὲς ὅτι πάντα δι' αὐτοῦ ἐγένετο; Πῶς δὲ αὐτός ἐστι πρὸ πάντων πολλοὺς ἔχων πρὸ αὐτοῦ; Πῶς δὲ καὶ πρωτότοκος πάσης κτίσεως; Καὶ εἰ πρὸς μίμησιν τοῦ κατὰ φύσιν Υἱοῦ τίθενται καὶ οἱ κατὰ χάριν, πῶς οὗτοι πρὸ τοῦ κατὰ φύσιν; Καὶ εἰ τοῦ Υἱοῦ μετέχοντες υἱοποιούμεθα δι' αὐτοῦ, πῶς τὸ μετέχον πρῶτον ἕσται τοῦ μετεχομένου καὶ δι' οὗ γίνεται; Πῶς δὲ οὐ κρείττων ὁ πρῶτος τούτου τυχὼν τοῦ πολλαῖς ὕστερον γενεαῖς; Ἀλλὰ πολλὴν ἕχει ταῦτα τὴν ἀτοπίαν. Οὐκοῦν ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὁ Υἱὸς, οὐ κατὰ χάριν, οὐδὲ ἐκ προσθήκης ἔχων τὴν πρὸς τὸν Πατέρα ὁμοιότητα, ἀλλ' οὐσιωδῶς τε καὶ φυσικῶς.