# Thesaurus de sancta consubstantiali trinitate 75.236

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.236

οὐ τοῖς μὴ οὖσι δέχεσθαί τι πρεπωδέστερον, συνθησόμεθα καὶ αὐτοί. Ἀλλ' ἐκεῖνο νῦν ἀναγκαῖον εἰπεῖν, ὅτι τὸ δεχόμενόν τι παρά τινος, ὡς οὐκ ἔχον λαμβάνει. Εἰ τοίνυν ἔχει μὲν ὁ Πατὴρ τὸ εἶναι ζωὴ κατ' οὐσίαν, δίδωσι δὲ τοῦτο τῷ Υἱῷ ὡς οὐκ ἔχοντι δηλαδὴ, πῶς οὖν ἔσται κατ' οὐσίαν ὅμοιος αὐτῷ παρ' αὐτοῦ δεχόμενος ὅπερ αὐτὸς οὐκ ἔχει; Πρὸς τοῦτο λύσις. Ἐξεταστέον ἀκριβῶς, ὦ βέλτιστοι, τοῦ προτεθέντος ῥητοῦ τὴν διάνοιαν, καὶ τότε τοῦ λόγου τὴν δύναμιν ὀψόμεθα. Ἀντακούσεσθε γὰρ παρ' ἡμῶν, εἰ οὕτως ἔχει τὴν ζωὴν ὁ Υἱὸς ὥσπερ καὶ ὁ Πατὴρ, τουτέστιν, ἐν ἑαυτῷ, δι' οὗ τὸ οὐσιωδῶς σημαίνεται, τί κωλύσει τὰ ὁμοίως ἔχοντα, τῆς αὐτῆς εἶναι καὶ οὐσίας; Εἰ γὰρ ὁ Πατὴρ ἔχει τὴν ζωὴν ἐν ἑαυτῷ, ἔχει δὲ πάλιν αὐτὴν ὁ Υἱὸς ἐν ἑαυτῷ, οὐκ ἐν προσθήκης μέρει, καθάπερ ὑμεῖς φατε, ἔσται καὶ τῷ Πατρὶ κατ' οὐσίαν ἴσος, ὁ ὡσαύτως ἔχων τὴν ζωὴν ἐκείνῳ, καὶ οὐχ ἑτέρως. ΑΛΛΟ. Εἰ μὴ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, πῶς ἐπαληθεύσει λέγων· «Ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον;» Καὶ πάλιν· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς ἀκούει φωνῆς.»—»Κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον.» Καὶ πάλιν· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα.» Ἔδει γὰρ λέγειν· Ὁ πιστεύων εἰς ἐμὲ λήψεται παρ' ἐμοῦ ζωὴν, ἣν δέδωκέ μοι ὁ Πατήρ. Καὶ πάλιν· Τὸν εἰς ἐμὲ πιστεύοντα οὐ συγχωρήσει ὁ Πατὴρ γεύσασθαι θανάτου. Εἰ δὲ τοῦτο μὲν εἰρηκὼς οὐ φαίνεται, ὡς δὲ φύσει προσοῦσαν ἑαυτῷ τὴν ζωὴν, καὶ ὡς οὐσιωδῶς ὑπάρχουσαν ἐν ἑαυτῷ, δώσειν τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπαγγέλλεται, πῶς ἐνδέχεται νοεῖν οὐκ ἔχοντα τὸν Υἱὸν εἰληφέναι ταύτην παρὰ τοῦ Πατρός; Καὶ γὰρ ἂν εἴη πάσης ἐπέκεινα δυσφημίας τοῦτό γε. Ἀλλ', ὥσπερ ἤδη προείρηται, προελθὼν ἐκ Πατρὸς, πάντα τὰ αὐτοῦ κατὰ φύσιν ἐπάγεται, καὶ ὡς εἰληφὼς, κατὰ τοῦτο νοεῖται, καὶ ἀπαύγασμα καὶ εἰκὼν ὑπάρχων αὐτοῦ. Ἓν δὲ τῶν προσόντων τῶ Πατρὶ καὶ ἡ ζωή. ΑΛΛΟ. Εἰ μὴ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλὰ ζωῆς μέτοχος, καθάπερ οἱ χριστομάχοι φασὶν, ἕτερόν τί ἐστι κατ' οὐσίαν αὐτὸς παρὰ τὸ μετεχόμενον ὑπ' αὐτοῦ. Πῶς οὖν ἡμῖν αὐτὸς εἰς μέσον ἔρχεται λέγων· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα;» Ἔδει γὰρ οὕτως εἰπεῖν, εἴπερ οὐκ ἦν κατὰ φύσιν αὐτὸς ἡ ζωή· Ἐν ἐμοὶ ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Καὶ, Ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τοῦ ἐν ἐμοὶ, ζήσεται εἰς τὸν αἰῶνα. Νυνὶ δὲ λέγων τὸ, Ἐγώ εἰμι, ἑαυτὸν ὁρίζει, καὶ οὐχ ἕν τι τῶν προσγεγονότων ἤτοι προσόντων αὐτῷ Εἰ τοίνυν αὐ-

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
