# Thesaurus de sancta consubstantiali trinitate 75.253

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.253

τος, πᾶσαν δύνασθαι τὴν κτίσιν· ἢ τῆς ἄλλης ἀτονούσης κτίσεως, συνασθενεῖν καὶ αὐτὸν ὡς κτιστῆς ὄντα φύσεως. Εἰ δὲ ἐχώρησεν ὁ Υἱὸς κτίσμα, καθ' ὑμᾶς, ὑπάρχων τὴν τοῦ Πατρὸς αὐτουργίαν, χωρήσει καὶ τἄλλα κτίσματα, καὶ περιττὴ φανεῖται λοιπὸν ἡ τοῦ Υἱοῦ γένεσις ἤτοι ποίησις, ἵνα τὰ ἄλλα κτισθῇ, ἀτονήσει δὲ καὶ τὸ ὑβρίζον σόφισμα τὸ κρεῖττον ἐν ποιήμασιν ἀπονέμον τῷ Υἱῷ· καὶ δι' ὧν ὑπονοοῦσι τιμᾷν, ὑβρισταὶ μᾶλλον ἁλώσονται. Τὸ γὰρ ὅλως ἐν ποιήμασι καταριθμούμενον, γενητῆς ἂν εἴη φύσεως, κἂν ἀμέτροις ὑπεροχαῖς τῶν ἄλλων φαίνηται κρεῖττον. Εἰ δὲ ἄτοπον εἶναί φασι τὸ μέχρι τῶν ἐλαχίστων φθάσαι τὴν ἄφατον τοῦ Θεοῦ δύναμιν, δυσωπείσθωσαν ἀκούοντες λέγοντος τοῦ Χριστοῦ· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς;» Καὶ πάλιν· «Ἐκβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσι, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά.» Καὶ πάλιν· «Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πῶς οὐχὶ μᾶλλον ὑμᾶς;» Τί δ' ἂν γένοιτο χόρτου καὶ στρουθίων εὐτελέστερον, ὧν ἐξ ἀγαθότητος ὁ Θεὸς προνοεῖ; Εἶτα πῶς τὸ εἶναι ποιητὴς οὐκ ἂν ἀξιώσειεν, ὧν οὐ παραιτεῖται τὴν πρόνοιαν; Ἀλλ' οὗτοι τύφον οὐκ εἰδότες προσάπτουσι τῷ Θεῷ, λέγοντες αὐτὸν οὐκ ἀξιοῦν τῶν ἐλαχίστων εἶναι ποιητήν. Εἰ τοίνυν πάντων ἐστὶ ποιητὴς, φθάνει δὲ καὶ μέχρι τῶν ἐλαχίστων διὰ φιλανθρωπίαν τοῖς πᾶσι χωρούμενος, περιττὴ τῶν αἱρετικῶν ἡ πρόφασις διὰ τὰ μικρὰ τῶν κτισμάτων προβεβλῆσθαι λεγόντων τὸν Υἱόν. Ἔτι εἰς τὸ «Κύριος ἔκτισέ με·» ὅτι οὐ κτίσμα ὁ Υἱός. Εἰ καθ' ὑμᾶς, ὦ θεομάχοι, διὰ τὸ μὴ δύνασθαι τὴν τῶν γενητῶν φύσιν χωρῆσαι τὴν ἄκρατον αὐτουργίαν τοῦ Θεοῦ καὶ Πατρὸς, μεσίτου χρεία γέγονε, καὶ οὕτως ἔκτισε τὸν Υἱὸν ὁ Πατὴρ, πῶς ὁ Υἱὸς γενητὸς ὢν, καθ' ὑμᾶς, ἐχώρησε τοῦ Πατρὸς τὴν δύναμιν; Ἀνάγκη γὰρ καὶ αὐτῷ δοῦναι τὸν μεσιτεύοντα· ἀλλὰ κἀκεῖνος, εἰ ὑπάρχοι γενητὸς, δεῖται πάλιν τοῦ μεσιτεύοντος, καὶ οὕτως εἰς ἄπειρον μεσιτῶν ὄχλον ὁ λόγος ἐκβήσεται. Εἰκαῖον οὖν ἄρα τὸ περὶ τούτου σόφισμα, πᾶσαν ὁμοῦ τὴν δημιουργίαν ἀνατρέπον. Οὐχ εὑρισκομένου γὰρ, μᾶλλον δὲ μὴ ζητουμένου μεσιτεύοντος, οὐκ ἂν ὑπέστη τὰ γενητά. ΑΛΛΟ. Τῶν ὀρθοδόξων λεγόντων· Εἰ κτίσμα ὁ Υἱὸς, πῶς ἔχει κατὰ φύσιν τὸ εἶναι δημιουργός; Οὐ γὰρ ἴδιον τῶν κτισμάτων τοῦτό γε· ἀνθυπήνεγκαν οἱ αἱρετικοὶ τὰ ὑποτεταγμένα, ὧν αἱ λύσεις εἰσὶν ἐφεξῆς. Ἀνθυποφορὰ ὡς ἐκ τῶν αἱρετικῶν. Κτίσμα, φασὶν, ἔστιν ὁ Υἱὸς, καὶ τῶν γενητῶν εἷς ὑπάρχει· τὸ δὲ κτίζειν ὡς παρὰ διδασκάλου μαθὼν ἢ τεχνίτου, ὑπηρέτησε πρὸς τὴν τῶν ἔργων χρείαν τῷ διδάξαντι Θεῷ.

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
