Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.301
Not analysed yet
ποιήσεως ἡμῶν αὐτουργὸς, ἀλλ' ἡμεῖς αὐτῷ γεγόναμεν τοῦ εἶναι τὰ σπέρματα, καὶ διὰ τὴν ἡμετέραν χρείαν ἐκτίσθη, καθ' ὑμᾶς. Ὥσπερ ἀμέλει καὶ ὁ οὐρανὸς, ἵνα καλύπτῃ τοὺς ἐπὶ γῆς, καὶ ὁ ἥλιος ἵνα φαίνῃ τοῖς φωτὸς δεομένοις· καὶ ἡ γῆ δὲ ὁμοίως ἵνα τρέφῃ τὰ τροφῆς δεόμενα. Καὶ τὸ περιττὸν οὐδὲν ἐν Υἱῷ καὶ κτίσμασιν, εἴ γε καὶ αὐτὸς ὡς ἐκεῖνα τάξιν ἔχει τὴν ὑπουργικήν· φεῦγε τοῦ λόγου τὴν ἀτοπίαν. ΑΛΛΟ, ἐκ τῶν αὐτῶν. Ὁμολογεῖς καὶ ἄκων, αἱρετικὲ, τὴν ἔμφυτον τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν, ἀγενήτως ἐνυπάρχειν αὐτῷ· ὅταν οὖν ἀκούσῃς ἀγένητον τὸν Υἱὸν, μὴ πάλιν λέγε· Δύο οὖν ἀγένητα. Αὐτὴν δὲ ταύτην τὴν ἐν Θεῷ σοφίαν καὶ δύναμιν ἀγενήτως τε καὶ ἀχρόνως ὑπάρχουσαν πιστεύομεν εἶναι τὸν Υἱὸν, ὃς καὶ πάντα δεδημιούργηκε, καὶ δι' ἡμᾶς γέγονε σὰρξ, κατὰ τὴν Ἰωάννου φωνήν. ΑΛΛΟ, ὡς ἐν ἐρωτήσεως σχήματι, ἀποδεικτικὴν ἔχον δύναμιν. Διατί τὰ πάντα ὁ Πατὴρ ἐργάζεται δι' Υἱοῦ; ἢ διατί πάλιν ἐν τῷ ἁγίῳ βαπτίσματι καὶ ὁ Υἱὸς τῷ Πατρὶ συγκατονομάζεται; Διατί δὲ γενητῆς ὑπάρχων φύσεως, καθ' ὑμᾶς, συναριθμεῖται τῷ κτίσαντι; Τίς δὲ χρεία τοῦ πεποιημένου εἰς τὴν τῶν πάντων τελείωσιν καὶ ἁγιασμόν; Πῶς δὲ βοηθὸν αὐτὸν ἐπικαλούμεθα; Καίτοι πολλὰ μὲν καὶ ἕτερα κτίσματα γεγονότα φαίνεται, ἀλλὰ τούτων οὐδὲν εἰς τὴν τῶν εἰρημένων χρείαν παραλαμβάνεται· μόνος δὲ ὁ Υἱὸς ἀεὶ συνυπάρχων τῷ Πατρί. Ποῖον γὰρ ἔχει λόγον, εἰ μὴ Θεὸς ὑπάρχοι καὶ αὐτὸς, εἰς κτίστην καὶ κτίσμα τὴν πίστιν κυρήττεσθαι; Διατί δὲ καὶ δημιουργὸς ὀνομάζεται, εἰ μὴ τοῦτό ἐστι κατὰ φύσιν ὅπερ καὶ ὁ Πατήρ; Καὶ μὴν αὐτὸς ἔφησεν ὁ Υἱός· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι.» Ἔχει δὲ ὁ Πατὴρ τὸ δύνασθαι δημιουργεῖν, τοῦτο καὶ ἐν Υἱῷ σώζεται. Ὁμοίως τὸ ἁγιάζειν, τὸ σώζειν, καὶ ὅσα πρέπει Θεῷ, πάντα δι' Υἱοῦ. Σύνεστι γὰρ ἀεὶ τῷ Πατρὶ, ὡς τῷ φωτὶ τὸ ἀπαύγασμα. Θεὸς ἄρα Υἱὸς, οὐ πεποιημένος, καθάπερ ἐκεῖνοι ψευδόμενοι λέγουσιν, ἀλλ' ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελθὼν γνήσιον γέννημα. ΛΟΓΟΣ ΙΖʹ. Ὅτι τῶν προσόντων τῷ Υἱῷ, οὐδὲν τῇ κτίσει πρόσεστι φυσικῶς· πάντα δὲ ἐκ μετοχῆς ἢ καθ' ὁμοίωσιν τὴν πρὸς τὸν διδόντα φορεῖ· ὁ δὲ Υἱὸς οὐχ οὕτως. Διόπερ ἕτερος παρ' αὐτήν. Εἰ δὲ τοῦτο, οὐκ ἄρα κτίσμα ἐστίν. Ἀπολογία αὐτολεξεί. Εἰ πᾶσα ἡ κτίσις ἐν ἀγνοίᾳ καθέστηκε τῇ περὶ τὸν Πατέρα, οὐδεὶς γὰρ οἶδε τίς ἐστιν ὁ Πατὴρ, οἶδε δὲ μόνος ὁ Υἱὸς, οὐκ ἄρα κτίσμα τυγχάνει. ΑΛΛΟ. Εἰ μηδὲν τῶν γεγονότων ἐστὶ φύσει Θεὸς, φύσει δὲ Θεὸς ὁ Υἱὸς, οὐκ ἄρα τῶν γεγονότων ἐστίν. Ἦν