Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.312
Not analysed yet
νᾷν τὸ ποιεῖν, ὡσαύτως ἕξει καὶ τὸ προγινώσκειν τῷ ποιεῖν, ἵνα καὶ ταύτῃ ᾖ ἀσύνθετον. Εἰ δὲ τοῦτο, ἔσται ποιῶν ἃ προγινώσκει κακὰ, εἴπερ ταυτὸν ταῦτα παρ' αὐτῷ, ὅτι δὴ καὶ ἀσύνθετον. ΑΛΛΟ. Εἰ τὸ γεννᾷν καὶ τὸ κτίζειν ὡσαύτως ἔχει Θεὸς, ἐπειδὴ ἀσύνθετος, καὶ τὸ ὁρᾷν τῷ γεννᾷν ταυτὸν ἂν εἴη παρ' αὐτῷ, ἵνα πάντη ἐν αὐτῷ τὸ ἀσύνθετον ᾖ. Εἰ δὲ μὴ ὄντα παρ' αὐτῷ ταῦτα ἀδιάφορα (οὐ γὰρ ὅπερ ὁρᾷ, τοῦτο πάντως καὶ τίκτει), τὸ ἁπλοῦν αὐτοῦ οὐ λυμαίνεται, οὐδὲ τὸ γεννᾷν δηλονότι αὐτὸν ἑτέρως καὶ κτίζειν ἄλλως, στέρησιν αὐτῷ τοῦ ἀσυνθέτου ἐργάζεται. ΑΛΛΟ. Εἰ παρ' οἷς τοῦ γεννᾷν τὸ κτίζειν ἕτερον, παρὰ τούτοις τὸ ἐξ ἑαυτῶν γεννᾷν, ἔξωθεν δὲ κτίζειν ὑπάρχει, παρ' ᾧ δὲ τὸ γεννᾷν τῷ κτίζειν ταυτὸν, τὸ ἔξωθεν κτίζειν οὐχ ὑπάρχει, ὡς οὐδὲ τὸ οἴκοθεν γεννᾷν. Εἰ δὲ τὸ ἔξωθεν μόνον αὐτῷ συγχωροῦσιν, ὅ ἐστι μὲν ποιεῖν, γεννᾷν δὲ οὐ θέλουσι, θέσει ἔσται πατὴρ ὁ κατὰ φύσιν δημιουργός. ΑΛΛΟ. Εἰ τὸ γεννᾷν καὶ τὸ κτίζειν παρὰ Θεῷ, ἐπειδὴ ἀσύνθετος, ταυτόν ἐστιν, οὐκέτι δὲ καὶ παρ' ἡμῖν, ἐπεὶ μὴ τοιοῦτοι, ἔσται ταυτὸν παρ' αὐτῷ τὸ προνοεῖν τῷ γεννᾷν. Οὐ γὰρ ταυτὸ τοῦτο παρ' ἡμῖν, ὅτι σύνθετοι· εἰ δὲ τὸ ἁπλοῦν αὐτοῦ καὶ ἀσύνθετον τὴν παρ' ἡμῖν διαφορὰν οὐκ ἀλλοίαν εἶναι παρ' αὐτῷ ἐξεβιάσατο; οὐδὲ τὸ γεννᾷν αὐτὸν ἄλλως, καὶ κτίζειν ἑτέρως, στέρησιν αὐτῷ τοῦ ἀσυνθέτου ἐργάζεται. ΑΛΛΟ. Εἰ τῷ γεννᾷν ταυτόν ἐστι τὸ ποιεῖν, ὁ γεννῶν ἔσται ποιῶν τὸ γεννώμενον, καὶ γεννῶν τὸ ποιούμενον. Ἀλλὰ τὸ μὲν ποιεῖν, ἐνεργείας ἐστὶ, φύσεως δὲ τὸ γεννᾷν. Φύσις δὲ καὶ ἐνέργεια οὐ ταυτόν· οὐκ ἄρα τῶ γεννᾷν τὸ ποιεῖν ταυτὸν ἔσται. ΑΛΛΟ. Εἰ τῷ ποιεῖν δημιουργός τίς ἐστι, τῷ δὲ γεννᾷν πατὴρ, οὐκ ἂν εἴη ταυτὸν τὸ ποιεῖν τῷ γεννᾷν, εἴπερ ἕτερον μὲν ἔστι πατὴρ, δημιουργὸς δὲ ὁμοίως ἕτερον. Εἰ δὲ τῷ ποιεῖν ταυτόν ἐστι τὸ γεννᾷν, ὁ ποιῶν ἔσται καὶ πατήρ. Εἰ δὲ ἔστι ποιητὴς ὁ υἱὸς ἅμα τῷ πατρὶ, ὁ δὲ ποιῶν ἔστι καὶ πατὴρ, ἔσται καὶ αὐτὸς πατὴρ, ὅπερ ἄτοπον. ΑΛΛΟ. Εἰ ταυτόν ἐστι πατὴρ καὶ δημιουργὸς, ἐπεὶ καὶ τῷ γεννᾷν τὸ ποιεῖν ταυτὸν, ἔστι δὲ ἐνεργείας ὄνομα ὁ δημιουργὸς, καὶ τὸ πατὴρ εἰκότως ἐνεργείας, ἀλλ' οὐ σχέσεως ἂν εἴη· εἰ δὲ καὶ τοῦτο κἀκεῖνο ἐνεργείας ἐστὶ, κατὰ τὸν αὐτὸν χρόνον ἔσται γεννῶν καὶ ποιῶν