# Thesaurus de sancta consubstantiali trinitate 75.320

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.320

νετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφὴ, ὃν ὁ Θεὸς ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ Θεοῦ εἰμι.» Καὶ γὰρ εἰ τὴν πρὸς τοὺς προφήτας εἶχεν ἰσότητα φυσικὴν, οὐκ ἂν ὡς ἐκ τοῦ ἐλάττονος τῶν καθ' ἑαυτὸν ἐποιεῖτο τὴν σύγκρισιν, τὰ ἐκείνων λαμβάνων εἰς παραδείγματος δύναμιν. Λέγων γὰρ, «Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο,» σαφῶς ἀποδείκνυσιν οὐ λόγον γεγενῆσθαι Θεοῦ πρὸς αὐτὸν, ὥσπερ καὶ πρὸς ἐκείνους, ἀλλ' ὅτιπερ αὐτὸς εἴη τοῦ Πατρὸς ὁ λόγος ὁ πρὸς τοὺς προφήτας λεγόμενος. Πῶς οὖν ὁ τοσοῦτον τῶν προφητῶν ἀπεσχοινισμένος καὶ ἄνω που κείμενος, οὐδὲν ἕξει πλέον αὐτῶν κατὰ τὴν σὴν, ὦ βλάσφημε, τόλμαν; ΑΛΛΟ. Εἰ οὐκ οἶδεν ὁ Υἱὸς τὴν τοῦ Πατρὸς βούλησιν, ἐκδέχεται δὲ, καθάπερ οἱ χριστομάχοι νομίζουσι, τὸν παρ' αὐτοῦ λόγον, ἵνα δή ποτε καὶ μάθοι, καὶ ὥσπερ πρός τινα τῶν προφητῶν ὁ Πατὴρ διαλέγεται πρὸς αὐτὸν, ἴσος ἄρα προφήταις ἐστί. Ποῖ δὴ οὖν ἄρα χωρήσει πάλιν ἡμῖν ὁ ἅγιος Ψαλμῳδὸς ἐν Πνεύματι λέγων, ὅτι «Τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; καὶ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;» Ἰδοὺ γὰρ ἐνθάδε σαφῶς οὐδένα φησὶν οὔτε ἐν προφήταις, οὓς καὶ νεφέλας τροπικώτερον λέγει, οὔτε μὴν τοῖς εἰς υἱότητα Θεοῦ καταταττομένοις διὰ τῆς χάριτος, ἴσον ἔσεσθαι τῷ κατὰ φύσιν Υἱῷ. Πῶς οὖν ἀληθεύσει Δαβὶδ ὁ ἐν Πνεύματι τὰ τοιαῦτα λέγων, εἴπερ καὶ λόγος τοῦ Πατρὸς πρὸς αὐτὸν γίνεται, καθάπερ πρὸς τοὺς ἁγίους, καὶ οὐκ οἶδε τὴν τοῦ Πατρὸς βούλησιν καθάπερ ἐκεῖνοι, ἀλλ' ἐκδέχεται τὴν ἀποκάλυψιν αὐτῆς διὰ τῆς ἀκροάσεως; Εἰ δὲ δύσφημον τὸ ψεύδεσθαι τὸ Πνεῦμα λέγειν, δύσφημον δὲ πάντως, καὶ οὐχ ἑτέρως ἔχον, ὑπερέξει προφητῶν ὁ Κύριος ἀσυγκρίτοις ὑπεροχαῖς, αὐτὸς ὢν ὁ ἀληθινὸς λόγος καὶ ἡ τοῦ Πατρὸς βούλησις καὶ σοφία. ΑΛΛΟ. Εἰ ἕτερός ἐστιν ὁ ἐνυπάρχων τῷ Πατρὶ κατὰ φύσιν Θεὸς Λόγος παρὰ τὸν ἐν ταῖς θείαις Γραφαῖς σημαινόμενον, καὶ κεῖται μέν τις ἐν Πατρὶ κεκρυμμένος καὶ ἐνδιάθετος· ἕτερος δέ τίς ἐστιν ἐξαγγελτικὸς τῶν παρ' αὐτοῦ λαλουμένων, ὃν καὶ Ἰωάννης Θεὸν Λόγον εἶναί φησι, πῶς ἔτι τῷ Θεῷ καὶ Πατρὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον σωθήσεται; Εἴπερ ἀναγκαίως ὁ κεκρυμμένον τι καὶ ἐμφανὲς ἔχων, ἁπλοῦς οὐκ ἂν εἴη, σύνθετος δὲ μᾶλλον καὶ ἐκ δύο συγκείμενος. Ἔστι δὲ ἁπλοῦς κατὰ φύσιν ὁ Θεὸς, καὶ οὐδὲν ἐν αὐτῷ σύνθετον. Εἶς ἄρα Λόγος ἐν αὐτῷ φυσικός τε καὶ ἐνδιάθετος ὁ Υἱός. ΑΛΛΟ. Εἰ, καθάπερ οἱ χριστομάχοι τολμῶσι λέγειν, ἕτερος ὢν παρὰ τὸν ἐνυπάρχοντα φύσει Θεὸν Λόγος ὁ διὰ τῶν Εὐαγγελίων ἡμῖν κηρυττόμενος, οὐκ οἶδε τὰ κεκρυμμένα τοῦ Πατρὸς, μανθάνει δὲ ὅτε πρὸς αὐτὸν διαλέγεται· ἐξ ἀγνωσίας ἄρα εἰς γνῶσιν ἔρχεται, καὶ ἐξ ἀνοίας εἰς νόησιν. Καὶ πῶς ἀληθεύσει λέγων·

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
