Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.328
Not analysed yet
ΑΛΛΟ. Οὐκ ἐπινομοθετήσεις, ὦ χριστομάχε, ταῖς θείαις Γραφαῖς· οὐδ' ἂν γένοιτό τις ἔκφρων τοσοῦτον, ὡς ἕτερα λέγοντος τοῦ θείου Πνεύματος περὶ τοῦ Υἱοῦ, τοῖς σοῖς πείθεσθαι νόθοις σοφίσμασι μᾶλλον, καὶ μὴ ἐκείνῳ προσέχειν. Λόγον τοιγαροῦν ὀνομάζει τὸν Υἱὸν τὸ Πνεῦμα τὸ ἅγιον· αὐτὸς δὲ οὐ Λόγον εἰσφέρεις, ἀλλὰ Λόγου μέτοχον. Εἰ γὰρ διὰ τοῦτο κεκλῆσθαι φὴς αὐτὸν Λόγον, ἐπειδήπερ λόγον ἀκούσας παρὰ τοῦ Πατρὸς, τοῦτον εἰς ἡμᾶς ἐξήγγειλε, πῶς οὐχ εὑρεθήσῃ ληρῶν; Ὁ γὰρ τοιοῦτος οὐκέτι Λόγος ἐστὶν, ἀλλὰ Λόγου μέτοχος· οὐ γὰρ ἂν εἴη ταυτὸν ὡς πρὸς ἑαυτὸ τὸ μέτοχόν τινος καὶ μετεχόμενον. Οἷον φέρε εἰπεῖν, ἡ σοφία πρὸς τὸν σοφὸν τὸν μετέχοντα αὐτῆς, οὐδὲ ἡ γραμματικὴ πρὸς τὸν γραμματικὸν τὸν μετέχοντα αὐτῆς. Ἕτερον γάρ τι πρᾶγμα καὶ ἕτερόν ἐστιν. Ἀνάγκη τοίνυν ἢ Λόγον ὁμολογεῖν καὶ οὐ Λόγου μέτοχον· ἢ εἰ μετέχει Λόγου, μηκέτι Λόγον ὀνομάζειν. Ἀναιρεῖ γὰρ τοῦτο ἐκεῖνο. Καὶ ἐκείνῳ τοῦτο μάχεται, καὶ δεῖ πάντως ἕν τι τῶν εἰρημένων ὑπάρχειν τὸν Υἱόν· ἀμφότερα δὲ οὐδαμῶς. Λόγον δὲ αὐτὸν ὀνομαζούσης τῆς θείας Γραφῆς, ἐῤῥῶσθαι φράσωμεν εἰκότως τοῖς εἰσφέρουσιν αὐτὸν οὐ Λόγον, ἀλλὰ Λόγου μέτοχον. ΛΟΓΟΣ Κʹ. Εἰς τὸ, «Ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας, διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.» Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Γέγραπται, φασίν· «Ἕκαστοι τοῦτο φρονεῖτε ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·» ἕως τοῦ, «Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.» Εἰ τοίνυν ὑψώθη παρὰ τοῦ Θεοῦ, καὶ ἐδοξάσθη, καὶ ὡς ἐν χαρίσματος μέρει ἔσχε τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ὅτι ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, μισθὸν ἔχει τῆς ταπεινώσεως τὴν τιμὴν καὶ τὸ ὄνομα τὸ ὑπὲρ πάντα· οὐ φύσει Θεὸς ὢν ἢ Υἱὸς, ἀλλ' ἐκ προσθήκης ταῦτα γενόμενος. Τὸ δὲ προσθήκης δεόμενον, ἀτελὲς ἂν εἴη καὶ ἐλλιπὲς ὅσον εἰς τὴν οἰκείαν φύσιν. Καὶ τὸ ὑψούμενόν που, κάτωθεν ἀνάγκη πρὸς τοῦτο ἐπαίρεσθαι· καὶ τὸ χάριν δεχόμενον δεῖσθαι χρὴ πάντως οὗ δέχεται· καὶ τὸ τιμᾶσθαι ζητοῦν, οὐκ εἶναι τοιοῦτον ἀνάγκη λέγειν, ὅπερ δὴ καὶ γενέσθαι βούλεται. Εἰ οὖν ἐχαρίσθη αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, φύσει μὲν τοῦτο οὐκ ἦν, γέγονε δὲ ὕστερον κατὰ χάριν· τὸ δὲ οὕτως ἔχον, οὐκ ἂν εἴη Θεὸς, πρόσφατον γάρ. Πρὸς ταῦτα λύσις ἐφεξῆς ὡς ἐν ἐπιτομῇ. Καὶ ποία γέγονε προσθήκη τιμῆς τῷ ἐν μορφῇ μὲν ὑπάρχοντι Θεοῦ, ἐνδυσαμένῳ δὲ τὴν τοῦ δούλου μορφήν; Πῶς δὲ μᾶλλον οὐκ ἠλαττῶσθαι δόξειεν ἂν, ὁ τὸ μεῖζον ἀφεὶς καὶ τὸ ἔλαττον ἀναλαβών; Θεὸς ὑπ-