# Thesaurus de sancta consubstantiali trinitate 75.341

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.341

μένοις· «Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Κάθου ἐκ δεξιῶν μου;» καὶ ὅτι περὶ τοῦ Υἱοῦ γέγραπται· «Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Εἰ δὲ ὁ τῆς συγκρίσεως λόγος, τὸ μὲν ὡς συγκαθεζόμενον τῷ Πατρὶ καὶ προσκυνούμενον εἰσφέρει, τοὺς δὲ ὡς παρεστηκότας τε καὶ προσκυνεῖν ἐπιτεταγμένους, οὐκ ἐπὶ τῆς οὐσίας ἔσται πάντως τὸ, «κρείττων·» ἀλλ' ἐν τοῖς περὶ τὴν οὐσίαν ἀξιώμασι καὶ ταῖς ἔξωθεν τῆς φύσεως τιμαῖς. Οὐκοῦν οὐχ ἕν τι τῶν γενητῶν ὁ Υἱὸς, ἀλλ' ἕτερόν τι παρὰ ταῦτα, τουτέστι, Λόγος ἴδιος τοῦ Πατρός. ΑΛΛΟ, εἰς τὸ αὐτό. Τὸ «γέγονεν,» ὅτε μόνον καὶ καθ' ἑαυτὸ λέγεται, σημαίνει πολλά· καὶ οὐ πάντως ὑποστάσεώς ἐστι δηλωτικὸν, ἀλλ' ὅταν αὐτῷ τι συνάπτηται, τότε γνωριεῖ τὴν καθ' οὗ κατηγορεῖται δύναμιν· οἷον, φέρε εἰπεῖν, γέγονέ τις τέκτων ἢ λιθοξόος, οὐ πάντως ἄνθρωπος ἵνα καὶ τέκτων· ἀλλ' ἐπειδήπερ ἄνθρωπος, γέγονε τέκτων, τῆς τέχνης ὢν δεκτικὸς, καὶ κατὰ μόνης ἐνθάδε τῆς ἐπιστήμης χωρήσει τὸ «γέγονεν,» οὐ πάντως κατὰ τῆς ὑποστάσεως ἢ τῆς εἰς τὸ εἶναι παραγωγῆς. Οὐκοῦν εἰ λέγοιτο Χριστὸς κρείττων γεγενῆσθαι τῶν ἀγγέλων, οὐ περὶ τὸν τῆς φύσεως λόγον ἔχει τὴν σύγκρισιν, ἀλλὰ περὶ τιμὴν καὶ ἀξίωμα. ΑΛΛΟ, εἰς τὸ αὐτό. «Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων.» Τὸ «γέγονεν» εἰ καὶ κατὰ τῆς οὐσίας τάττοιτο τοῦ Υἱοῦ, οὐδὲν αὐτὴν ἀδικήσει τῆς λέξεως ἡ δύναμις, ἀδιαφόρως κειμένης πολλάκις κατὰ τῶν γεννωμένων. Ἐπὶ μὲν οὖν τῶν ὄντως γινομένων καὶ ποιουμένων, οὐκ ἄν τις ἐπιδείξαι τὸ γεννᾶσθαι κείμενον κυρίως καὶ κατὰ φύσιν· ὅτι κἂν γεννώμενον φαίνηται, ἔχει πρὸ ἑαυτοῦ τὸ πεποιῆσθαι παρὰ τοῦ κτίσαντος. Οἷον ἄνθρωπος γεννᾶται μὲν, πεποίηται δὲ, καὶ κύριον αὐτοῦ τοῦτο μᾶλλον ἢ τὸ δεύτερον. Εἰ δὲ καὶ λέγοιντό τινες διὰ τοῦ Πνεύματος γεγεννῆσθαι, ἀλλὰ καὶ οὗτοι πρὸς μίμησιν τοῦ ἀληθῶς γεννηθέντος ἐκ Πατρὸς Θεοῦ Λόγου, καὶ οὐκ ἔξω τοῦ πεποιῆσθαι τυγχάνουσιν· ὥστε τὸ τῆς γεννήσεως ὄνομα καταχρηστικῶς ἂν εἴη μᾶλλον ἢ φυσικῶς ἐν τοῖς γενητοῖς. Τὸ δὲ γεννηθὲν, κἂν γενέσθαι λέγηται, οὐδὲν ὑπομένει τὸ βλάβος, ἀδιαφορούσης περὶ τοῦτο τῆς θείας Γραφῆς. Λέγει γὰρ ὅτι ἐγένοντο τῷ Ἰὼβ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. Καὶ πάλιν· «Ἦν Ἀβραὰμ ἑκατὸν ἐτῶν ὅτε ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.» Εἰ δὲ τὸ γεννώμενον γενέσθαι λέγεται καὶ ἐπ' ἀνθρώπων, ἀδιαφορείτω τις τοῦτο ἀκούων καὶ περὶ τοῦ Υἱοῦ. Ἐπὶ δὲ τῶν γενητῶν οὐκ ἀδιαφορήσει διὰ τὸν προαποδεδομένον λόγον. ΑΛΛΟ. Εἰς τὸ αὐτὸ, ὡς ἐκ τῶν δι' ἐναντίας. Γέγραπται, φησὶ, περὶ Υἱοῦ, ὅτι «Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων.» Ἐπειδὴ δὲ φιλοῦσιν αἱ συγκρίσεις ἀεὶ γίνεσθαι περὶ τὰ ὁμοειδῆ (οὐδὲ γὰρ

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
