# Thesaurus de sancta consubstantiali trinitate 75.37

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.37

Ἦν ὅτε οὐκ ἦν.» Εἰ μὲν γὰρ ἐπ' αὐτοῦ φέροιτο, φασὶ, τοῦ Λόγου, τὸ Ἦν, οὐδένα τόπον ἕξει τὸ Οὐκ ἦν. Εἰ δέ τις ἐπὶ χρόνου λαμβάνοι τὸ Ἦν, ἵνα λέγῃ σαφῶς, ὅτι ἦν χρόνος ὅτε οὐκ ἦν ὁ Υἱὸς, ἀμαθὴς ὢν καὶ ἀνόητος ἐλεγχθήσεται, χρόνον εἶναι λέγων πρὸ τῆς ὑπάρξεως τοῦ Υἱοῦ, δι' οὗ πεποιῆσθαι τοὺς αἰῶνας Παῦλός φησιν. Ὅτι ἀΐδιος ὁ τοῦ Θεοῦ Λόγος, μαρτυρίαι. «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Ἐν τῇ Ἀποκαλύψει τῇ Ἰωάννου τάδε λέγει, «Ὁ ὢν, ὁ ἦν, ὁ ἐρχόμενος,» ὅτι ὁ ἐρχόμενος, ὁ Λόγος ἐστὶ, καθ' οὗ τὸ Ὁ ὢν, καὶ Ὁ ἦν τέτακται. «Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος.» Σαφῶς δὲ καὶ ὁ Ἰωάννης ἐπὶ τοῦ Λόγου τίθησι τὸ Ἦν· «Ἦν γὰρ, φησὶν, ὁ Λόγος πρὸς τὸν Θεόν.» Προσεῖναι δὲ πάντως δεῖ τὸ ἀΐδιον τῷ καθ' οὗ τὸ Ὢν καὶ τὸ Ἦν τέτακται. Μαρτυρίαι. Ὁ Παῦλος περὶ Ἰουδαίων· «Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Ὁ αὐτὸς περὶ τοῦ Λόγου· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις, καὶ θειότης.» Εἰ δὲ ἐπὶ τοῦ Πατρὸς ἐνεχθείη τὸ ῥητὸν, ἑτέρως εἰς τὸν Υἱὸν περιτραπήσεται. Τίς γὰρ ἡ τοῦ Θεοῦ δύναμις, ὁ Παῦλος βοᾷ· «Ὁ Χριστὸς, Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ὁ Ψαλμῳδὸς τὸ αὐτό· «Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου. Δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν.» Τίς δὲ ὁ δυναμώσας τοῦτο τὸ καταρτισθὲν ἡμῖν, εἰ μὴ ὁ ἐκ τῆς φθορᾶς ἡμᾶς λυτρωσάμενος τοῦ Θεοῦ Λόγος, καὶ ἀναστήσας εἰς ἀφθαρσίαν; ΑΛΛΟ. Εἰς τὸ αὐτὸ κατασκευὴ πιθανὴ, ὅτι τὸ ῥητὸν τὸ λέγον, «Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις, καὶ θειότης,» τὸν Υἱὸν σημαίνει. Ὁ δὲ λόγος τῆς κατασκευῆς οὗτος· Γέγραπται· «Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.» Εἰ δὲ μόνῳ τῷ Υἱῷ ὁ Πατὴρ γινώσκεται, καὶ δι' αὐτοῦ μόνου τοῖς ἄλλοις ἀποκαλύπτεται, οὐ διὰ κτίσεως ἄρα, οὐδὲ τοῖς ποιήμασι νοούμενος ὁ Πατὴρ καθορᾶται. Ἀλλ' ἡ μὲν κτίσις τὸν ἑαυτῆς δημιουργὸν τὸν Θεὸν Λόγον· ὁ δὲ Λόγος ἐν ἑαυτῷ δεικνύει τὸν Πατέρα. Καὶ γοῦν τῷ Φιλίππῳ λέγοντι, «Δεῖξον ἡμῖν τὸν Πατέρα,» οὐκ ἐκ τῆς τῶν ποιημάτων καλλονῆς ἀναλόγως αὐτὸν θεωρεῖν ἐπιτάττει, ἀλλ' ἑαυτὸν δεικνύει, λέγων· «Ὁ ἑωρακὼς, ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα.» Ἕτεραι μαρτυρίαι, ὅτι ἀΐδιος ὁ Υἱός. Ὁ Ψαλμῳδὸς αὐτὸν καλεῖ, «Ὁ ὑπάρχων πρὸ τῶν

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
