# Thesaurus de sancta consubstantiali trinitate 75.372

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.372

Πνεύματος ἐποιήσατο μνήμην; Οὐ γὰρ εἴρηκεν· Οὐκ οἶδε τὸ Πνεῦμα, ἀλλ' «Οὐκ ἴσασιν οἱ ἄγγελοι, οὐδ' οἶδεν ὁ Υἱός·» καὶ τοῦτο ἀπολελυμένως· οὐ γὰρ προστέθεικε, τοῦ Θεοῦ. Δῆλον οὖν ὅτι ἀγγέλους μὲν ἔφησεν ἀγνοεῖν ὡς κτίσματα. Εἰπεῖν δὲ τοῖς μαθηταῖς οὐ θελήσας, διά τινα λόγον οἰκονομίας ἀπόῤῥητον· «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» ἵνα μὴ φαίνηται κρύπτων αὐτοὺς, καὶ διὰ τοῦτο λυπήσῃ, καὶ τὸν Υἱὸν ἔφησε μὴ εἰδέναι, ἀνθρωπινώτερον μὲν περὶ ἑαυτοῦ λέγων, ὥσπερ περὶ ἀνθρώπου· φυλάττων δὲ ἑαυτῷ τὸ εἰδέναι πάλιν πάντα ὡς Θεός. Διὰ γὰρ τοῦτο οὐδὲ τὸ Πνεῦμα ἔφησεν ἀγνοεῖν. Εἰ γὰρ τὸ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ, καθὰ γέγραπται, οἶδε δηλονότι πάντα τὰ ἐν αὐτῷ. Καὶ εἰ τὸ Πνεῦμα τὸ πάντα εἰδὸς, καὶ τὰ πάντα περιεργάζεσθαι δυνάμενον, παρὰ τοῦ Υἱοῦ λαμβάνει· «Ἐκεῖνο γὰρ, φησὶν, ἐξ ἐμοῦ λήψεται·» πῶς ὁ Λόγος ἀγνοεῖ, ὁ τοῦ πάντα εἰδότος Πνεύματος χορηγός; ΑΛΛΟ. Εἰ πάντα δι' Υἱοῦ ὁ Πατὴρ ἐργάζεται, καθά φησιν ἡ Γραφή· χωρὶς γὰρ αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ἓν δὲ τῶν πάντων ἐστὶ καὶ τὸ ὁρισθῆναι τὴν ἡμέραν καὶ τὴν ὥραν καθ' ἣν ὁ κόσμος ἕξει τὸ τέλος· ὥρισται δηλονότι καὶ τετύπωται καὶ τοῦτο δι' Υἱοῦ. Τὸ δὲ ὁρισθὲν δι' αὐτοῦ, πῶς ἀγνοεῖν δύναται; Οὐκοῦν οἶδεν ὡς Θεὸς, κἂν ἀγνοεῖν λέγῃ, καθὸ γέγονε σὰρξ, καὶ τὰ ἀνθρώπῳ πρέποντα φρονῇ. ΑΛΛΟ. Εἰ πάντα ὅσα ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστι, καθά φησιν αὐτὸς, ἔχει δὲ ὁ Πατὴρ τὴν γνῶσιν τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης, ἔχει δηλονότι ταύτην καὶ ὁ Υἱός. Οὕτω γὰρ ἀληθεύσει λέγων· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.» ΑΛΛΟ. Εἰ ἀληθεύει λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» οἶδε δὲ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν ὁ Πατὴρ, οἶδε δηλονότι καὶ ὁ Υἱὸς, ἐν Πατρί τε ὢν καὶ πάντα γινώσκων τὰ ἐν αὐτῷ, καὶ ἔχων ἐν ἑαυτῷ τὸν εἰδότα Πατέρα. ΑΛΛΟ. Εἰκὼν ἀπαράλλακτος τοῦ Πατρὸς ὁ Υἱὸς λέγεται καὶ ἔστιν. Εἰ δὲ οἶδεν ὁ Πατὴρ τὴν ἡμέραν καὶ τὴν ὥραν, ἀγνοεῖ δὲ ὁ Υἱὸς, πῶς τὸ ἀγνοοῦν εἰδότος φορέσει τὸν χαρακτῆρα; Ἀλλ' ἔστιν εἰκὼν τοῦ Πατρὸς, κἂν οἱ χριστομάχοι μὴ βούλωνται. Ἔοικεν ἄρα καὶ κατὰ τοῦτο τῷ Πατρὶ, καὶ ὥσπερ οἶδεν ἐκεῖνος, οὕτω καὶ αὐτός. ΑΛΛΟ. Ὁ μὴ εἰδέναι λέγων τὸν Υἱὸν, καθὸ Λόγος ἐστὶ, τὴν ἡμέραν καὶ τὴν ὥραν ἐκείνην, οὐκ ἔξω τῶν ἀπὸ τῆς βλασφημίας ἐγκλημάτων εὑρεθήσεται. Εἰ γὰρ οἶδε τὸν Πατέρα, καθά φησιν αὐτὸς, τί κωλύει καὶ τὸ τέλος εἰδέναι τῆς κτίσεως; Εἰ μὲν οὖν μεῖζον

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
