Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.373
Not analysed yet
ἐροῦσι του γινώσκειν τὸν Πατέρα τὸ εἰδέναι τὸ τῆς κτίσεως τέλος, ἀποίσονται τῆς βλασφημίας τὴν κόλασιν. Εἰ δὲ πάσης γνώσεως ὑπεραναβέβηκε τὸ γινώσκειν τὸν Πατέρα, πῶς ὁ τὸ μεῖζον εἰδὼς ἀγνοήσει τὸ ἔλαττον; ΑΛΛΟ, διηγηματικῶς. Οὐκ ἀγνοῶν ὁ Λόγος, ᾗ Λόγος ἐστὶ καὶ σοφία τοῦ Πατρὸς, τὸ, Οὐκ οἶδα, φησὶν, ἀλλὰ δεικνύων ἐν ἑαυτῷ καὶ τὸ ἀνθρώπινον, ᾧ μάλιστα πρέπει τὸ ἀγνοεῖν· ἴδιον γὰρ ἀνθρωπότητος τοῦτό γε. Ἐπειδὴ γὰρ τὴν ἡμῶν περιεβάλετο σάρκα, διὰ τοῦτο καὶ τὴν ἡμῶν ἄγνοιαν ἔχειν ἐσχηματίζετο. Ὅτι γὰρ τῇ ἀνθρωπότητι καὶ οὐ τῇ οἰκείᾳ φύσει τὸ ἀγνοεῖν περιτίθησιν, ἐντεῦθεν ἔξεστι μαθεῖν. Παραγαγὼν γὰρ εἰς μέσον τὴν ἱστορίαν τῶν κατὰ τοὺς χρόνους τοῦ Νῶε γεγονότων ἀνθρώπων, καὶ εἰρηκώς· «Ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο, ἕως ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἦρεν ἅπαντας,» ἐπήγαγεν εὐθύς· «Γρηγορεῖτε οὖν καὶ ὑμεῖς, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται·» καὶ πάλιν· «ᾟ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.» Ἐχρῆν, δὲ εἴπερ αὐτὸς ἦν ὁ ἀγνοῶν, καθὸ Λόγος ἐστὶν, ἐκεῖνο μᾶλλον εἰπεῖν· Οὐκ οἶδα ποίᾳ ἡμέρᾳ ἔρχομαι, καὶ ᾗ οὐ δοκῶ ὥρᾳ πεμφθήσομαι. Ἐπειδὴ δὲ τοῖς ἀκροωμένοις, τὸ μὴ εἰδέναι τὸν καιρὸν ἢ τὴν ἡμέραν τῆς παρουσίας αὐτοῦ περιτέθεικε, δῆλός ἐστιν αὐτὸς μὲν εἰδὼς ὡς Λόγος. Ἀγνοεῖν δὲ λέγων, καθὸ τῶν ἀγνοεῖν πεφυκότων, δηλονότι ἀνθρώπων, τὴν ὁμοίωσιν ἐνεδύσατο. ΑΛΛΟ. Εἰ ἐκ τῆς εἰκόνος τῆς κατὰ τὸν Νῶε σημαίνειν βούλεται τῆς δευτέρας αὐτοῦ παρουσίας τὸν καιρὸν, ὅτε κρίνων ἐλεύσεται τὴν οἰκουμένην, φαίνεται δὲ τοῦ κατακλυσμοῦ τὴν ἡμέραν οὐκ ἀγνοήσας (οὕτω γὰρ ἔφησε τῷ Νῶε· «Εἴσελθε, σὺ καὶ οἱ υἱοί σου, εἰς τὴν κιβωτόν· ἔτι γὰρ ἡμερῶν ἑπτὰ, ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν)·» οἶδεν ἄρα τῆς ἑαυτοῦ παρουσίας τήν τε ὥραν καὶ τὴν ἡμέραν, ἵνα σώζηται τῶν πραγμάτων ἡ ὁμοιότης, καὶ ἡ ἐν ἐκείνοις εἰκὼν, ταύτην σημαίνῃ. ΑΛΛΟ, ἕτι εἰς τὸ αὐτό· «Περὶ δὲ τῆς ἡμέρας καὶ ὥρας ἐκείνης, οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ μόνος ὁ Πατήρ.» Ὅταν ἡ θεία λέγῃ Γραφὴ περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὅτι καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἐκοπίασεν ἐκ τῆς ὁδοιπορίας, καὶ ἐκάθευδεν εἰσελθὼν εἰς τὸ σκάφος, τί ἄρα ποιήσουσιν οἱ χριστομάχοι; Τολμήσουσιν ἄρα λέγειν καὶ ταῦτα ὑπομεῖναι τὸν τοῦ Θεοῦ Λόγον, ἢ ταῦτα μὲν ὡς τῆς ἀνθρωπότητος ἴδια προσάψουσι τῇ σαρκὶ, ἔξω δὲ αὐτῶν ὁμολογήσουσιν εἶναι τὸν τοῦ Θεοῦ Λόγον, ᾗ Λόγος ἐστίν· Ὥσπερ οὖν συγκεχώρηκεν ἑαυτὸν ὡς ἄνθρωπον γενόμενον μετὰ ἀνθρώπων καὶ πεινῇν καὶ διψῇν, καὶ τὰ ἄλλα πάσχειν, ἅπερ εἴρηται περὶ αὐτοῦ, τὸν αὐτὸν δὴ τρόπον ἀκόλουθον μὴ σκανδαλίζεσθαι, κἂν ὡς ἄνθρωπος λέγῃ