# Thesaurus de sancta consubstantiali trinitate 75.376

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.376

μετ' ἀνθρώπων ἀγνοεῖν, ὅτι τὴν αὐτὴν ἡμῖν ἐφόρεσε σάρκα. Οἶδε μὲν γὰρ ὡς σοφία καὶ Λόγος ὢν ἐν Πατρί· μὴ εἰδέναι δέ φησι δι' ἡμᾶς καὶ μεθ' ἡμῶν ὡς ἄνθρωπος. ΑΛΛΟ, δι' οὗ δείκνυται σαφῶς ὁ Σωτὴρ εἰδὼς μέν τινα, οἰκονομίας δὲ χάριν ἀγνοεῖν αὐτὰ σχηματιζόμενος. Λέγει που πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ὁ Σωτήρ· «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται,» καίτοι μηδενὸς ἀπαγγείλαντος αὐτῷ περὶ τούτου, ἀλλ' ὡς Θεὸς τὰ πάντα γινώσκων. Εἶτα μακρὰν ἐλάσας ὁδὸν ἅμα τοῖς μαθηταῖς, ἔρχεται πρὸς τὰς τοῦ μνημονευθέντος ἀδελφὰς, καὶ ἠρώτα· «Ποῦ τεθείκατε αὐτόν;» Ὁ εἰδὼς ὅτι κεκοίμηται, πῶς οὐκ οἶδε τὸν τόπον ὅπου ἔκειτο τὸ σῶμα; ἀλλ' οἶδεν. Ἀπίθανον γὰρ τὸ ἐκεῖνο μὲν εἰδέναι, τοῦτο δὲ ἀγνοεῖν. Ὥσπερ οὖν οἰκονομίας τινὸς ἕνεκεν τὸ μὴ εἰδέναι ποῦ κεῖται Λάζαρος ἔφασκεν, οὕτω καὶ περὶ τῆς ἡμέρας καὶ τῆς ὥρας, κἂν λέγῃ μὴ εἰδέναι, χρήσιμόν τι καὶ ἀγαθὸν οἰκονομῶν, τοῦτο ποιεῖ· οἶδε γὰρ ὡς Θεός. ΑΛΛΟ, τὴν αὐτὴν ἔχον διάνοιαν. Περὶ τὰ μέρη Καισαρείας τῆς Φιλίππου γεγονὼς ὁ Σωτὴρ, ἠρώτα τοὺς ἑαυτοῦ μαθητάς· «Τίνα με λέγουσιν οἱ ἄνθρωποι τὸν Υἱὸν τοῦ ἀνθρώπου·» Ἀποκριναμένου δὲ Πέτρου καὶ εἰρηκότος, «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος,» ἐπήγαγεν εὐθὺς, ὅτι «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι ὁ Πατὴρ ἀπεκάλυψέ σοι ὁ ἐν τοῖς οὐρανοῖς.» Οὐδεὶς γὰρ οἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Εἰ δὲ δι' Υἱοῦ πάντα Πατὴρ ἐργάζεται, ἓν δὲ τῶν ἔργων καὶ ἡ ἀποκάλυψις, αὐτὸς ὁ Λόγος ἀποκαλύψας τῷ Πέτρῳ φαίνεται τὰ παρὰ τοῦ Πατρός· πῶς οὖν ὁ ἀποκαλύψας ὡς ἀγνοῶν ἐρωτᾷ, τίνα λέγουσιν οἱ ἄνθρωποι; Οὐκοῦν οἰκονομεῖ τι πολλάκις τῆς ἀγνοίας τὸ σχῆμα. Εἰδὼς γὰρ ὅπερ ἔμελλον ἐρεῖν οἱ μαθηταὶ, προσάγει τὴν πεῦσιν, ἵν' ἀποδεξάμενος αὐτῶν τὴν ἀπόκρισιν, βεβαιώσῃ τὴν πίστιν. ΑΛΛΟ, διηγηματικῶς. Οὐκ ἀγνοεῖ τὴν ἡμέραν καὶ τὴν ὥραν τῆς ἑαυτοῦ παρουσίας ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ σοφία, ἀλλ' ἵνα μὴ λύπην ἐντέκῃ τοῖς μαθηταῖς, ὡς οὐ θελήσας ἀποκρίνεσθαι τῇ παρ' αὐτῶν προσενεχθείσῃ πεύσει, τὸ, Οὐκ οἶδα, φησὶν ὡς ἄνθρωπος, ἐξουσίαν ἔχων καὶ τοῦ, εἰπεῖν διὰ, τὸ γενέσθαι σὰρξ, καθὸ γέγραπται, καὶ τὰς τῆς σαρκὸς ἀσθενείας ἰδιοποιήσασθαι. Ὅτι γὰρ ταύτης ἕνεκα τῆς αἰτίας τὸ μὴ εἰδέναι φησὶν, ἐντεῦθεν εἰσόμεθα. Μετὰ γὰρ τὸ ἐκ νεκρῶν ἀναστῆναι, μέλλων τε ἤδη λοιπὸν ἀναβαίνειν εἰς οὐρανοὺς, ἐρωτησάντων αὐτὸν τῶν μαθητῶν, πότε τὸ τέλος ἔσται, καὶ πότε πάλιν παραγενήσεται, δριμύτερον ἀπεκρίνατο λέγων· «Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.» Ἀλλ' εἴπερ ἠγνόει, σαφῶς αὐτὸν ἐχρῆν λέγειν· Εἶπον ὑμῖν, οὐκ οἶδα. Νυνὶ δὲ ὡς οὐκ εὐλόγως ἐρωτῶντας ἐλέγχει, καὶ ὡς μείζονα ἢ καθ' ἑαυτοὺς ἐξετάζοντας

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
