Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.389
Not analysed yet
νεσθαι, οὐκ ἧν δὲ ἀλλαχόθεν ὁρᾶσθαι τοιοῦτον, εἰ μὴ ἐκ τῶν τῆς σαρκὸς ἀλοιδορήτων παθῶν τε καὶ λόγων, ἀναγκαίως καὶ τὰ ἀνθρώποις πρέποντα ποιεῖ τε καὶ λαλεῖ, ἵν' οὕτως δεικνύηται καὶ ἄνθρωπος γεγονώς. Ἔστι γοῦν ἰδεῖν κατὰ ταυτὸν ἀμφότερα ἐν αὐτῷ. Ἐπυνθάνετο μὲν γὰρ ποῦ κεῖται Λάζαρος ἀνθρωποπρεπῶς· ἤγειρε δὲ αὐτὸν, ὡς Θεός. Καὶ τῇ μὲν μητρὶ λεγούσῃ, «Οἶνον οὐκ ἔχουσιν,» ἐπέπληττεν ὡς ἄνθρωπος· τὸ δὲ ὕδωρ εὐθὺς εἰς οἶνον μετεποίει. Θεὸς γὰρ ἦν ἀληθινὸς ἐν σαρκὶ, καὶ σὰρξ ἀληθῶς ἐν Θεῷ. Δι' ὧν οὖν ἔδει γνωρίζεσθαι Θεὸν, ταῦτα θεϊκῶς ἐνεργεῖ· καὶ ἀφ' ὧν ἦν ἀναγκαίως ἄνθρωπον ὄντως ὁρᾶσθαι, ταῦτα ποιεῖ καὶ λέγει, οἰκονομῶν τῷ μυστηρίῳ τὴν ἀλήθειαν. Ἀποδιδόσθω τοίνυν Θεῷ τὰ Θεῷ χρεωστούμενα, καὶ τῇ ἀνθρωπότητι τὰ αὐτῇ πρέποντα καὶ ὀφειλόμενα, καὶ οὕτως ἔξω παντὸς σκανδάλου καὶ πλάνης ὁ εἰς αὐτὸν πιστεύων γενήσεται. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως. «Πάντα μοι, φασὶ, παρεδόθη ὑπὸ τοῦ Πατρός μου.» Ὁ δὲ πάντα παρ' ἑτέρου λαβὼν, δῆλός ἐστιν οὐδὲν ἔχων ἐξ ἑαυτοῦ· ὁ δὲ τοιοῦτος, πῶς ἔσται κατ' οὐσίαν ὅμοιος τῷ πάντα ἔχοντι Θεῷ καὶ Πατρί; Πρὸς τοῦτο λύσις, ὡς διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Εἰ πάντα λαβὼν ὁ Υἱὸς, οὐδὲν ἔχων ἐξ ἑαυτοῦ φαίνεται, πάντα δοὺς ὁ Πατὴρ, οὐδὲν ἔχει νῦν ἐν ἑαυτῷ. Ἀλλὰ τοῦτο ἄτοπον· πῶς γὰρ ἔρημος ἔσται τῶν προσόντων αὐτῷ φυσικῶς ὁ Πατήρ; Ἔχει δὲ πάντα, καὶ δοὺς αὐτὰ τῷ Υἱῷ δηλονότι· κἂν ὁ Υἱὸς εἰληφέναι λέγῃ, χρόνος ἦν οὐδεὶς ὅτε τούτων ἔρημος ἦν. Λαμβάνει μὲν γὰρ κατὰ τὸ σχῆμα τὸ ἀνθρώπινον· ἔχει δὲ αὐτὰ φυσικῶς, ὥσπερ καὶ ὁ Πατήρ. ΑΛΛΟ. Λέγει που Χριστός· «Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν.» Εἰ τοίνυν ἐξουσίαν τοῦ κρίνειν λαμβάνει, οὐ διά τινα πρόφασιν ἑτέραν, ἀλλ' ὅτι μόνον Υἱὸς ἀνθρώπου ἐστὶν, οὐχ ᾗ Λόγος ἐστὶ καὶ Θεὸς ὁ Υἱὸς λαμβάνει, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος. Λογιστέον οὖν τῇ μὲν ἀνθρωπότητι τὸ λαβεῖν, τῇ δὲ θεότητι τοῦ Υἱοῦ, τὸ πάντα κεκτῆσθαι φυσικῶς τὰ τοῦ γεννήσαντος αὐτόν. Οὕτω γὰρ ἂν εἴη καὶ εἰκὼν ἀπαράλλακτος τοῦ Πατρός. ΛΟΓΟΣ ΚΔʹ. Εἰς τὰ λεγόμενα περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως παρὰ τοῖς εὐαγγελισταῖς, εἰς τὸ, «Ἔκλαυσε·» καὶ εἰς τὸ, «Νῦν ἡ ψυχή μου τετάρακται·» καὶ εἰς τὸ, «Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο·» καὶ εἰς τὸ, «Περίλυπός ἐστιν ἡ ψυχή μου·» καὶ ὅσα τούτοις ὅμοια ῥητὰ, παραθέσεις ἀποδεικτικαὶ καὶ ἀπὸ τῆς θείας Γραφῆς, τῶν χριστομάχων ἀνατρέπουσαι τὴν κακόνοιαν. Εἰ παρά τινος τῶν τυχόντων ἣ καὶ ἀνθρώπου ψι-