# Thesaurus de sancta consubstantiali trinitate 75.40

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.40

αἰώνων, οὐχ ὁ γενόμενος· ὁ Ἡσαΐας, «Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς.» Εἰ δὲ ὁ Λόγος ἐστὶν ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, κεῖται δὲ ἐπ' αὐτοῦ τὸ, αἰώνιος, ἦν ἀεὶ δηλονότι, καὶ οὐκ ἐγένετο. ΑΛΛΟ. Γράφει Παῦλος περὶ τοῦ Λόγου· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.» Ψάλλει καὶ Δαβίδ· «Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμῶν.» Καὶ πάλιν· «Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Πότε οὖν ἦν ὁ Πατὴρ χωρὶς τοῦ ἰδίου ἀπαυγάσματος; πότε δὲ οὐκ ἦν ἐν Θεῷ ἡ λαμπρότης αὐτοῦ; Καὶ πάλιν· Εἰ φῶς ἐστιν ἐκ φωτὸς τοῦ Πατρὸς ὁ Υἱὸς, πότε οὐκ ἦν ἐν Πατρὶ τὸ φῶς αὐτοῦ; Ὡς γὰρ ἀχώριστον τοῦ πυρὸς τὸ φωτίζειν, οὕτω καὶ τοῦ Πατρὸς τὸ ἐξ αὐτοῦ γεννώμενον φῶς. ΑΛΛΟ. Ψάλλει Δαβίδ· «Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων.» Εἰ δὲ ὁ πᾶς χρόνος ἐν τοῖς αἰῶσι μετρεῖται, βασιλεύει δὲ ἐν αὐτοῖς ὁ Λόγος, οὐκ ἦν ἄρα χρόνος ὅτε οὐκ ἦν ὁ Υἱός. ΑΛΛΟ. Ἀπόδειξις διὰ μαρτυριῶν, ὅτι αἱ θεῖαι Γραφαὶ, τὸ ἦν, καὶ τὸ ὁ ὢν, καὶ τὸ ὑπάρχων, καὶ τὸ ἤμην, καὶ τὸ εἰμὶ, καὶ τὸ ἔστιν, ἐπὶ τοῦ Λόγου τιθέασι μόνου, ἐπὶ δὲ τῶν γενητῶν οὐκέτι, ἀλλὰ μᾶλλον τὸ ποτὲ, καὶ τὸ πρὶν, καὶ τὸ πρὸ τοῦ, καὶ τὸ γέγονε, καὶ ὅσα τούτοις ὅμοια. Ὁ Σωτὴρ τὸ ἀΐδιον τῆς ἰδίας ὑποστάσεως σημαίνων ἔλεγεν· «Ἐγώ εἰμι ἡ ἀλήθεια· ἐγώ εἰμι τὸ φῶς· ἐγώ εἰμι ὁ ποιμήν.» Καὶ πάλιν πρὸς τοὺς μαθητάς· «Ὑμεῖς καλεῖτέ με, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ·» καὶ ὁ Ψαλμῳδὸς περὶ αὐτοῦ·» Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην· καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ.» Αὐτὸς περὶ ἑαυτοῦ· «Ἐγώ εἰμι ἡ ὁδός· καὶ ἐγώ εἰμι ἡ θύρα.» Ὁ Πατὴρ δὲ περὶ αὐτοῦ· «Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός·» καὶ πάλιν, «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ.» Πανταχοῦ τὸ εἶ, καὶ τὸ ἦν, ἐν τούτοις φέρεται· οὐδαμοῦ δὲ τὸ γέγονεν. Ἐπὶ δὲ τῶν γενητῶν· «Πνεῦμα θεῖον τὸ ποιῆσάν με·» ὁ Μωσῆς τὰ περὶ γενέσεως κόσμου διηγούμενος· «Καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν.» Ὅτι τὸ, ὅτε, χρόνον ἀεὶ σημαίνει. Ἐν τῷ Δευτερονομίῳ, «Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη.»

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
