# Thesaurus de sancta consubstantiali trinitate 75.41

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.41

Ὅτι τὸ, πρὸ τοῦ, ἐπὶ τῶν γενητῶν. Ἐν τῷ Σολομῶνι ἡ Σοφία περὶ ἑαυτῆς· «Πρὸ τοῦ τὴν γῆν ποιῆσαι· πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι· πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων· πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Ὁ Σωτήρ· «Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.» Πρὸς Ἱερεμίαν ὁ Θεός· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε· καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε.» Ἐν τῷ Δανιὴλ ἡ Σωσάννα· «Ὁ Θεὸς ὁ μέγας καὶ ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης· ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν.» Ἔτι περὶ τοῦ ἀΐδιον εἶναι τὸν Υἱὸν, ὡς ἐξ ἀντιθέσεως κατασκευή. Ἀντίθεσις ἑτεροδόξων. Εἰ μὴ ἦν ποτε, ὅτε οὐκ ἦν, φησὶν, ἀλλ' ἀΐδιός ἐστιν ὁ Υἱὸς, καὶ συνυπάρχει τῷ Πατρὶ, οὐκέτι Υἱὸν, ἀλλ' ἀδελφὸν εἶναι λέγετε τοῦτον. Πρὸς τοῦτο λύσις. Συναΐδιον εἶναι λέγοντες, καὶ Υἱὸν εἶναί φαμεν. Εἰ μὲν οὖν ἦν ἁπλῶς συναΐδιος καὶ οὐχ Υἱὸς, χώραν εἶχεν ὑμῶν ἡ ὑπόνοια· ἐπεὶ δὲ πρὸς τῷ ἀϊδίῳ καὶ Υἱὸν ὁμολογοῦμεν, πῶς ὁ Υἱὸς ἀδελφός ἐστι τοῦ γεννήσαντος; ΑΛΛΟ. Εἰ ἡ πίστις ἡμῶν εἰς Πατέρα καὶ Υἱόν ἐστι, καὶ οὕτω βαπτιζόμεθα, ποία ἀδελφότης ἐν τούτῳ φαίνεται; ἢ πῶς ὁ Λόγος ἀδελφὸς εἶναι δύναται οὗ ἐστι Λόγος; ΑΛΛΟ. Οὐκ ἔκ τινος ἀρχῆς προϋπαρχούσης ἐγεννήθησαν ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ἵνα καὶ ἀδελφοὶ νομισθῶσιν. Ἀλλ' ὁ Πατὴρ ἀρχὴ τοῦ Υἱοῦ, καὶ τίκτει τὸν Υἱὸν, καὶ μένει Πατὴρ, καὶ οὐχ Υἱός τινος λέγεται· καὶ ὁ Υἱὸς Υἱός ἐστι, καὶ ὅπερ ἐστὶ μένει· καὶ οὐκ ἀδελφός τινος κατὰ φύσιν λέγεται. Ποῖον οὖν ἕξει τόπον ἀδελφότης ἐν τούτοις; Ἔτι περὶ ἀϊδιότητος. Εἰ τέλειος ὁ Πατὴρ, τέλειον ἔσται καὶ τὸ ἐξ αὐτοῦ. Καὶ εἰ πρὸς τούτῳ τὸ ἀΐδιον ἔχει, ἀΐδιον ἔσται καὶ τὸ ἐξ ἀϊδίου Πατρὸς οὐκ ἐπισυμβεβηκὸς τῇ τοῦ Γεννήσαντος οὐσίᾳ, ἀλλ' ἀεὶ συνυπάρχον αὐτῇ· καὶ οὐκ ἀτελὲς διὰ τὸ ἐν χρόνῳ γενέσθαι, κατά τινας· ἀλλὰ τέλειον, διὰ τὸ πρὸ παντὸς εἶναι χρόνου. ΑΛΛΟ. Ἐπαπόρησις ἑτέρα διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς, οὕτως. Εἰ οὐκ ἔστιν Υἱὸς ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ' ἐξ οὐκ ὄντων ὡς ποίημα γέγονε, δεικνύτω πρότερον ὁ βουλόμενος. Εἴθ' οὕτω φερέτω λοιπὸν κατὰ ποιήματος, τὸ Ἦν ὅτε οὐκ ἦν. Εἰ δὲ Υἱὸν αὐτὸν αἱ θεῖαι καλοῦσι Γραφαὶ, καὶ οὕτως ὁ Πατὴρ ὀνομάζει, τὸ Υἱὸς ὄνομα τὴν ἐκ Πατρὸς γέννησιν σημαίνει· οὐκ ἄρα ποίημα καὶ κτίσμα ἐστίν· οὐ γὰρ ταυτὸν τῷ γεννω-

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
