Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.424
Not analysed yet
κόπτων ἐν σοφίᾳ. Ὁ δέ γε Πατὴρ ἀνενδεὴς ὢν, οὐκ ἐπιδέχεται προκοπήν. Πρὸς τοῦτο λύσις. Ἐρωτῆσαι προσήκει τοὺς χριστομάχους, περὶ τίνος εἰρῆσθαι νομίζουσι τὸ, «Προέκοπτεν ἐν σοφίᾳ καὶ χάριτι.» Ἀλλ' ἐροῦσι δηλονότι περὶ τοῦ Ἰησοῦ Χριστοῦ. Εἶτα, ὧ πάντων ἀνοητότατοι, τίνα οἴεσθε ἢ ποδαπὸν εἶναι τὸν Χριστὸν περὶ οὗ νῦν ὁ λόγος ἐστὶ τῷ Λουκᾷ; Εἰ μὲν οὖν κοινὸν ἄνθρωπον εἶναι πιστεύετε, καὶ πλέον οὐδὲν ἔχειν τῶν ἄλλων ὑπολαμβάνετε, προκοπτέτω καὶ αὐτὸς, ὡς ἄνθρωπος. Εἰ δὲ Θεός ἐστιν ἐνανθρωπήσας, καὶ Λόγος, καθὰ γέγραπται, γενόμενος σὰρξ, ποίαν ἐπιδέξεται προκοπήν; ἢ πῶς ἀτελής ἐστιν ὁ ὑπάρχων ἴσα Θεῷ; Ἀνάγκη γὰρ ἀτελῆ κἀκεῖνον ὑπάρχειν, ᾧ ἐστιν ἴσος, ἂν οὕτως ἔχει καθ' ὑμᾶς. Εἰ δὲ τοῦτο φρονεῖν τε καὶ λέγειν δυσσεβὲς, καὶ παρ' ὑμῖν αὐτοῖς ἤδη φαίνεται (τέλειον γὰρ εἶναι δεδώκατε τὸν Πατέρα), ἀνάγκη τέλειον εἶναι πιστεύειν καὶ τὸν ἴσον αὐτῷ Υἱόν. Οὐκοῦν οὐ καθὸ Λόγος ἐστὶ, προκόπτειν λέγεται, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος· καὶ φύσιν πεφόρηκε τὴν τούτου δεκτικήν. ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Θεοῦ Λόγου, ὅτι καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχει, καὶ ἔστιν ἴσα Θεῷ. Εἰ τοίνυν ἐν ἰσότητι τοῦ Πατρὸς ὑπάρχων προκοπὴν ἐπιδέχεται, καὶ προέκοψεν ὄντως, ἔστι τι μείζων τοῦ Πατρὸς, καὶ ὑπερήλατο τὸν γεννήσαντα ὁ προκόψας Λόγος, ἂν οὔτως ἔχῃ καθ' ὑμᾶς. Ἀλλὰ τοῦτο τῶν ἀτοπωτάτων. Οὐκ ἄρα προέκοψεν, ᾗ Λόγος ἐστίν· ἔστι γὰρ τέλειος ὡς ὁ Πατὴρ, ἀλλ' εἴρηται καὶ τοῦτο διὰ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν. ΑΛΛΟ. Εἰ προέκοψεν ὁ Λόγος ὅτε γέγονεν ἄνθρωπος, καὶ τὴν ἡμῶν ἐφόρεσε σάρκα, οὐκ αὐτὸς ὠφέλησεν ἡμᾶς ἐνανθρωπήσας, ἀλλὰ μᾶλλον ἡ σὰρξ αὐτῷ γέγονε τῆς τελειώσεως πρόξενος. Εἰ γὰρ ὄντως προέκοψεν, ὅτε γέγονε σὰρξ, ἀτελὴς ἦν ἄρα πρὸ τῆς ἐπιδημίας· καὶ νῦν τετελείωται καθ' ὑμᾶς. Πῶς οὖν εὐχαριστοῦμεν ὡς δι' ἡμᾶς ἐνανθρωπήσαντι, δέον αὐτὸν καὶ χάριν ὁμολογεῖν τῷ πράγματι; Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκ ἄρα προέκοψεν ᾗ Λόγος ἐστὶν, ἀλλ' εἴρηται τοῦτο διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. ΑΛΛΟ. Πολλοῖς ὀνόμασιν ὁ Λόγος τοῦ Θεοῦ καλεῖται παρὰ τῇ θείᾳ Γραφῇ. Εἴρηται γὰρ καὶ ἔστιν Υἱός· ἐκλήθη καὶ σοφία, ὠνόμασται καὶ Θεὸς, καὶ δύναμις, καὶ μορφὴ, καὶ εἰκὼν τοῦ Πατρός. Εἰ δὲ ταῦτα ὢν σύμπαντα προκόπτει, τί ἄρα μεῖζον ἔχουσιν εἰπεῖν Υἱοῦ καὶ σοφίας, καὶ δυνάμεως, καὶ Θεοῦ, καὶ τῶν ἄλλων ἁπάντων, ἵνα μή τις τὰ καθ' ἕκαστον λέγοι; Ἀλλ' ἔστι