Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.428
Not analysed yet
ΑΛΛΟ, ἐξήγησις πιθανὴ τοῦ αὐτοῦ ῥητοῦ. Φυσικός τις νόμος οὐκ ἐπιτρέπει τὸν ἄνθρωπον τῆς τοῦ σώματος ἡλικίας ὥσπερ μείζονα πολὺ τὴν φρόνησιν ἔχειν· ἀλλὰ συντρέχει πως καὶ ἡ ἐν ἡμῖν σύνεσις, καὶ συμβαδίζει τρόπον τινὰ ταῖς τοῦ σώματος προκοπαῖς. Ἦν οὖν ὁ Λόγος ἐν σαρκὶ γενόμενος ἄνθρωπος, καθὰ γέγραπται· καὶ ἦν τέλειος, σοφία τοῦ Πατρὸς καὶ δύναμις ὤν. Ἐπειδὴ δὲ τῷ τῆς φύσεως ἡμῶν ἔθει παραχωρεῖν πως ἐχρῆν, ἵνα μή τι ξένον παρὰ τοῖς ὁρῶσι νομισθῇ, ὡς ἄνθρωπος, κατὰ βραχὺ πρὸς αὔξην ἰόντος τοῦ σώματος, ἀπεκάλυπτεν ἑαυτὸν καὶ ὁσημέραι σοφώτερος παρὰ τοῖς ὁρῶσιν ἢ καὶ ἀκούουσιν ἐφαίνετο. Τέλειος μὲν ὢν ἐν ἅπασι, καθὰ προείρηται, ἀκολουθῶν δὲ τῷ κοινῷ τῆς φύσεως ἔθει. Ὅταν οὖν ἀκούσῃς, Προέκοπτεν ἐν σοφίᾳ καὶ χάριτι, μὴ αὐτῷ τινα προσθήκην σοφίας ἐγγενέσθαι νομίσῃς, ἀνενδεὴς γὰρ ὁ τοῦ Θεοῦ Λόγος· ἀλλ' ὅτι παρὰ τοῖς ὁρῶσι σοφώτερος ἀεὶ καὶ χαριέστερος ἦν, προκόπτειν εἴρηται, ὡς ἐντεῦθεν ἤδη τὴν τῶν θαυμαζόντων προκόπτειν ἕξιν, ἢ τὴν αὐτοῦ. ΑΛΛΟ. Τὸ ἔν τινι προκόπτον, ἕτερόν ἐστι παρ' ἐκεῖνο ἐν ᾧ προκόπτειν λέγεται. Εἰ τοίνυν ἐν σοφίᾳ προκόπτειν εἴρηται, οὐχ ἡ σοφία προέκοπτεν, ἀλλ' ἐν αὐτῇ τὸ ἀνθρώπινον, Ἀποκαλυπτομένης γὰρ καὶ φανερουμένης ὁσημέραι τῆς θεότητος ἐν αὐτῷ, ἀεὶ θαυμαστότερος παρὰ τοῖς ὁρῶσιν ἐγίνετο. Καὶ τοῦτό ἐστι τὸ, «Προέκοπτεν ἐν σοφίᾳ.» ΑΛΛΟ. Ἐν σοφίᾳ προέκοπτε τὸ ἀνθρώπινον, κατὰ τόνδε τὸν τρόπον· ἡ τὴν ἀνθρώπου φύσιν ἐνδυσαμένη σοφία, τουτέστιν, ὁ τοῦ Θεοῦ Λόγος, κατὰ βραχὺ διὰ τῶν ἔργων καὶ τῶν παραδόξων ἀποτελεσμάτων, θεοποιοῦσα παρὰ τοῖς ὁρῶσι τὸν ἀναληφθέντα ναὸν, προκόπτειν αὐτὸν ἐποίει κατὰ τοῦτο. Οὕτως ἐν σοφίᾳ προέκοπτεν ἡ ἀνθρωπότης, θεοποιουμένη δι' αὐτῆς. Διὸ καὶ ἡμεῖς καθ' ὁμοιότητα τοῦ δι' ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, καὶ υἱοὶ Θεοῦ κεκλήμεθα καὶ θεοί. Προέκοπτεν οὖν ἡ φύσις ἡμῶν ἐν τῇ σοφίᾳ, τρέχουσα μὲν ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν, ἀπὸ δὲ ἀνθρωπότητος εἰς τὸ τῆς θεότητος ἀξίωμα ἐν Χριστῷ. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Ἤκουσα, φησὶν, ἀπὸ τῆς θείας Γραφῆς, ὅτιπερ ὁ τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος, Ἰησοῦς ἐκλήθη. Αὐτὸς οὖν ἐστιν ὁ προκόπτων. Μὴ γάρ μοι διέλῃς, ἕνα Χριστὸν τοῦ Παύλου κηρύττοντος. Καὶ εἰ προκοπὴν ἐπιδεχόμενος φαίνεται, ἀτελὴς ἄρα. Καὶ πῶς ὁ τοιοῦτος ἴσος ἔσται τῷ τελείῳ Πατρί· Πρὸς τοῦτο λύσις. Οὐδὲν ἀδικήσεις εἰς θεότητα τὸν Υἱὸν, οὔτε κολοβῶσαι δυνήσῃ τὸ φυσικὸν ἀξίωμα, κἂν τοῦτο λέγων ἐμμένῃς, ἁλώσῃ δὲ μᾶλλον ἐξ ὧν οἴει νικᾷν. Εἰ γὰρ