Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.432
Not analysed yet
Πρὸς τοῦτο λύσις. Οὐ νοοῦσιν οἱ χριστομάχοι καὶ ταῖς ἑαυτῶν ἀσεβείαις διὰ τούτων μαχόμενοι. Εἰ γὰρ δίδως εἶναι τὸν Υἱὸν ἐλάττονα τοῦ Πατρὸς, καὶ τοῦτο κρατύνειν ἐπείγῃ, διατί μὴ νῦν ὑποτέτακται; Λέγων γὰρ ὁ Παῦλος ὅτι Τότε ὑποταγήσεται, τόνδε τὸν τοῦ πράγματος καιρὸν ὡς ἐσόμενον ὁρίζων, οὔπω δείκνυσιν ὑποτεταγμένον αὐτόν. Εἶτα πῶς οὐ πάσης ἐπέκεινα δυσφημίας ἐστὶ τὸ λέγειν οὐχ ὑποτετάχθαι νῦν τῷ Πατρὶ τὸν Υἱὸν, μάχεσθαι δὲ ὥσπερ καὶ στασιάζειν πρὸς τὸν γεννήσαντα; Τὸ γὰρ ἀνυπότακτον ὡς ἐν λογικοῖς, ἐν ἰδίοις ἐστὶ θελήμασι. Τί οὖν ἐροῦμεν, ὅταν λέγῃ Χριστός· «Οὐκ ἦλθον ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με;» Λεγέτωσαν ἡμῖν οἱ δεινοὶ περὶ τὸ δύνασθαι νοεῖν τὰς θείας Γραφὰς, εἰ μὴ ὑποταγῆς ἔχει δύναμιν τὸ ἐξανύειν τὸ θέλημα τοῦ Πατρός; Πῶς οὖν ὁ νῦν ὑποτασσόμενος ὡς τότε ὑποταχθησόμενος λέγεται; Οὐκοῦν ἀκουέτωσαν εὐλόγως· «Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς.» ΑΛΛΟ. Εἰ ποίημα καὶ κτίσμα δίδως εἶναι τὸν Υἱὸν, καὶ τοῖς γεγονόσιν αὐτὸν εἰ καταριθμεῖς, πῶς, εἰπέ μοι, κατὰ τὴν σὴν, ὦ οὗτος, ἀβουλίαν δουλικῆς ὑπάρχων οὐσίας, οὐχ ὑποτάσσεται νῦν τῷ πάντων Πατρὶ, τοῦ Ψαλμῳδοῦ περὶ τῶν πεποιημένων λέγοντος ὅτι «Τὰ σύμπαντα δοῦλα σά;» Ἢ γὰρ ἀνάγκη μὴ δύνασθαι λέγειν τὸν Πατέρα καὶ ἄκοντα τὸν Υἱὸν ὑποθεῖναι, καὶ γέγονε κρείττων ὁ καθ' ὑμᾶς ἐλάττων, ἢ εἴπερ ἐστὶ τὸ ὑποτάσσεσθαι καλὸν, οὐχ ὑποτάσσεται δὲ νῦν ὁ Υἱὸς, ὡς γὰρ εἰς ὕστερον ὑποταχθησόμενος λέγεται, ἁμαρτίαν αὐτοῦ καταψηφιεῖσθε. Καὶ ποῦ σωθήσεται τὸ Πατρὶ αὐτοῦ λεγόμενον, «Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν;» Φεῦγε τὴν ἀτοπίαν τοῦ λόγου. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν αὐτῶν· Καὶ πῶς οὐ πᾶσιν εὐσύνοπτον ἔσται, φασὶν, ὅτι τοῦ Πατρὸς ἐλάττων ἐστὶν ὁ Υἱὸς, ὑποταττόμενος αὐτῷ; Πρὸς ταῦτα λύσις. Καὶ πῶς οὐ πᾶσιν εὐσύνοπτόν ἐστι (κεχρῆσθαι γὰρ ἀκόλουθον ταῖς ὑμῶν ἤδη φωναῖς), ὅτι τὸ ἴσον ἴσῳ πολλάκις οἰκονομικῶς ὑποτάσσεται; Ἦ γὰρ οὐχ ἓν καὶ τὸ αὐτὸ δώσομεν ἐν τοῖς προφήταις εἶναι τὸ Πνεῦμα; Καὶ πῶς ὁ Παῦλός φησιν, ὅτι καὶ Πνεύματα προφητῶν προφήταις ὑποτάσσεται; Πῶς δὲ τῆς ὑποταγῆς ὄνομα τῆς πρὸς τὸν Πατέρα ἰσότητος ἐκβάλλει τὸν Υἱόν; Ἦ γὰρ οὐχὶ καὶ ἐν ἡμῖν εἴκουσι μὲν πατράσιν οἱ υἱοὶ καὶ ὑποτάττονται, μίαν ἔχοντες ὡς πρὸς αὐτοὺς τὴν οὐσίαν, καὶ τῆς αὐτῆς ὄντες φύσεως μέτοχοι; Οὔτε γὰρ ἐν τοῖς ὑποτεταγμένοις ἐλάττων ὁ τῆς φύσεως λόγος, οὔτε ἐν τοῖς ὑποτάττουσι μείζων ἢ ὑπερβεβηκὼς εὑρίσκεται. Ἑνὸς γὰρ ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντων ἀνθρώπων τοῦ λόγου τῆς οὐσίας, μυρία διὰ τῆς τινων ὑποταγῆς οἰκονομεῖται τὰ χρή-