# Thesaurus de sancta consubstantiali trinitate 75.433

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.433

σιμα. Εἰ δὲ καλὸν τοῦτο τέτακται καὶ ἐφ' ἡμῶν, καὶ κατ' οὐδένα τρόπον τοῦ κοινοῦ τῆς φύσεως ἐξίστησιν ὅρου, τί μὴ τὸ ἴσον φυλάττοντες ἐπὶ τοῦ Θεοῦ Λόγου, τὴν ἄτοπον ταύτην παραιτεῖσθε δυσφημίαν; ΑΛΛΟ. Πόθεν ὑμῖν, ὦ οὗτοι, παρέστη λέγειν ἐλάττονα τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν διὰ τὴν καλουμένην ὑποταγήν; Οὐ γὰρ ἐν τῷ ὑποτάσσεσθαι τῆς οὐσίας αὐτοῦ τὸν λόγον ὁριζόμεθα· οὔτε μὴν ἐν τῇ ὑποταγῇ ἐστι τὸ εἶναι τοῦ Υἱοῦ· ἀλλ' ὢν καὶ ὑπάρχων ἰδιαζόντως, ὑποτάσσεσθαι λέγεται. Οὐκοῦν εἰ τῆς οὐσίας αὐτοῦ τὸν ὅρον οὐκ ἔχει τὸ τῆς ὑποταγῆς ὄνομα, οὐ δι' αὐτὴν ἐλάττων ἔσται τοῦ Πατρός. Εἰ δὲ οἴεσθε τὴν ὑποταγὴν ὅρον εἶναι τῆς οὐσίας τοῦ Υἱοῦ, σκοπεῖτε λοιπὸν εἰς ὅσον ἀσεβείας καταφέρεσθε βόθρον. Ἀνάγκη γὰρ εἰπεῖν τότε εἰς ὕπαρξιν καλεῖσθαι τὸν Υἱὸν, ὅταν καὶ ὁ τῆς ὑποταγῆς γένηται καιρός. Ὡς γὰρ ὑποταχθήσεσθαι μέλλοντα, καὶ οὔπω ὑποτεταγμένον ὁ Παῦλος εἰσφέρει. ΑΛΛΟ, ἐξήγησιν ἔχον πιθανὴν τοῦ ῥητοῦ. Πάντα ὁ Πατὴρ ἐργάζεται δι' Υἱοῦ, καὶ τοῦτό ἐστι τὸ τῆς ὑποταγῆς σχῆμα, τὸ δοκεῖν ὥσπερ τοῖς τοῦ Πατρὸς ὑποκεῖσθαι θελήμασιν. Ὥσπερ ἀμέλει καὶ τοῦ Πατρὸς λέγοντος· «Ποιήσωμεν ἄνθρωπον,» χοῦν ἀπὸ τῆς γῆς ὁ Λόγος λαμβάνει θεοπρεπῶς, καὶ τὸ δόξαν ἐργάζεται. «Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο.» Διδάσκων τοιγαροῦν ὁ Παῦλος, ὅτι καὶ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα τὰ πάντα ὁ Πατὴρ ἐν ἡμῖν γενήσεται πάλιν δι' Υἱοῦ, σοφῶς δὴ λίαν φησίν· «Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ὁ Θεὸς ᾖ τὰ πάντα ἐν πᾶσιν.» Ὅμοιον γὰρ ὡς εἰ ἔλεγεν· Μηδεὶς οἰέσθω κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, ἑτέρως ἡμᾶς μετόχους ἔσεσθαι τοῦ Πατρὸς, εἰ μὴ πάλιν δι' Υἱοῦ. Τὸ δὲ, δι' Υἱοῦ, τὴν ὑποταγὴν σημαίνει, οὐδὲν μὲν εἰς τὸν τῆς οὐσίας λόγον ἀδικοῦσαν τὸν Υἱὸν, τὴν δὲ τῆς ἁγίας Τριάδος ἑνότητα καὶ συνήθη στάσιν ἀπαράλλακτον εἰσφέρουσαν. Οὐ γὰρ στασιάσει τότε πρὸς ἑαυτὴν, οὐδὲ ἀτάκτοις μεταβολαῖς θορυβηθήσεται τὸ ἀεὶ ὡσαύτως ἔχον, ἀλλ' ἔσται πάλιν καὶ κατ' ἐκεῖνο καιροῦ Πατὴρ δι' Υἱοῦ τὰ πάντα ἐν πᾶσι, καὶ ζωὴ, καὶ ἀφθαρσία, καὶ χαρὰ, καὶ ἁγιότης, καὶ δύναμις, καὶ ὅπερ ἂν ὑπάρχοι τοῖς ἁγίοις ἐν ὑποσχέσει κείμενον. Ὅρα γὰρ ὅσην οἰκονομίαν ὁ Λόγος φέρει. Ἐπειδὴ γὰρ ἔφησεν ὑποταχθήσεσθαι τῷ Υἱῷ διὰ τοῦ Πατρὸς τὰ πάντα, ἵνα μὴ τῆς ἁπάντων, κυριότητος ἔξω γεγονὼς ὁ Πατὴρ ὑποπτεύηται ὡς κρατήσαντος αὐτῶν τοῦ Υἱοῦ, ἀναγκαίως τὸν πάντων κρατήσαντα, οὐκ ἀνυπότακτον εἰσφέρει πρὸς τὸν Πατέρα, ἵνα τῆς πάντων κυριότητος τὸ πᾶν ἔχοι κράτος ὁ Πατὴρ, συμμετέχοντος αὐτῷ φυσικῶς τοῦ Υἱοῦ, καθὸ μία θεότης ἡ βασιλεύουσα, Πατὴρ δι' Υἱοῦ σὺν ἁγίῳ Πνεύματι. ΑΛΛΟ. Εἰ τὸ τῆς ὑποταγῆς ὄνομα τῆς πρὸς τὸν Πατέρα

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
