# Thesaurus de sancta consubstantiali trinitate 75.44

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.44

μένῳ τὸ κτιζόμενον. Εἰ δὲ τοῦτο ἀληθὲς, οὐχ ἕξει τόπον τὸ, Οὐκ ἦν, ἐφ' Υἱοῦ, κατὰ μόνων κτισμάτων κυρίως τιθέμενον. ΑΛΛΟ. Εἰ ἐγεννήθη ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς, τὸ δὲ ἐκ τοῦ Πατρὸς γεννηθὲν ὁ Λόγος ἐστὶν αὐτοῦ, καὶ ἡ σοφία, καὶ τὸ ἀπαύγασμα, οἱ λέγοντες· Ἦν ὅτε οὐκ ἦν ὁ Υἱὸς, ἄντικρυς λέγουσιν, Ἦν ὅτε ἄλογος ἦν καὶ ἄσοφος, καὶ χωρὶς τοῦ ἰδίου ἀπαυγάσματος ὁ Πατήρ. Εἰ δὲ τοῦτο ἄτοπον, ἀργήσει πάντως ἐπὶ τοῦ Υἱοῦ τὸ, Οὐκ ἦν. Ἔσται οὖν τῶ Πατρὶ συναΐδιος. ΑΛΛΟ. Ἀντίθεσις οὐκ ἀληθὴς, ἀνατρέπειν δοκοῦσα τοῦ Υἱοῦ τὸ ἀΐδιον. Εἰ τομὴν, φησὶν, ἡ θεία φύσις οὐκ ἐπιδέχεται, διὰ τὸ μὴ εἶναι πάθους δεκτικὴν (οἷς γὰρ τὸ πάσχειν κατὰ φύσιν ὑπάρχει, τούτοις ἐστὶν οἰκεῖον καὶ τὸ τέμνεσθαι), οὐ χρὴ λέγειν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, ἵνα μή τι πάθος καὶ διαίρεσις περὶ τὴν ἁπλῆν φαίνηται φύσιν. Εἰ γὰρ τὸ ἔκ τινος προελθὸν, ἕτερόν τι πάντως τῷ ἀριθμῷ παρ' ἐκεῖνο, ἐξ οὗ καὶ προῆλθε, μερισμός τις καὶ διακοπὴ περὶ τὴν θείαν ὁρᾶται φύσιν, εἰ μὴ ἔξωθεν, ἀλλ' ὄντως ἐξ αὐτῆς δοίημεν προελθεῖν τὸν Υἱόν. Εἰ δὲ ἔξωθέν ἐστιν, ἐπισυμβέβηκεν ἄρα, καὶ οὐκ ἔστι τῷ Πατρὶ συναΐδιος. Πρὸς τοῦτο λύσις. Κακῶς καὶ ἀπαιδεύτως τὰ σωμάτων ἴδια τῇ ἀσωμάτῳ τινὲς προσάπτουσιν οὐσίᾳ. Ἐπὶ σωμάτων μὲν γὰρ ἁρμόσει λέγειν, πάθος γίνεσθαι καὶ τομὴν καὶ διαίρεσιν· ἐπὶ δὲ τῆς ἀσωμάτου φύσεως οὐδέν ἐστι τῶν τοιούτων. Εἰ δὲ ἀσώματος ὁ Θεὸς, τίκτει μὴ μεριζόμενος, γεννᾷ μὴ τεμνόμενος. Ἐπειδὴ καὶ τὸ πῦρ ἐξ ἑαυτοῦ τίκτει τὸ φῶς, οὐδεμίαν ὑπομένον διαίρεσιν, κἂν τῇ ἐπινοίᾳ χωρίζεσθαι δοκῇ πως αὐτοῦ τὸ ἐξ αὐτοῦ προελθόν. Εἰ δέ τις ταῖς σωματικαῖς ἀνάγκαις ὑποβάλλοι τὸ ἀσώματον, αἰτιάσθω τοῦ οἰκείου νοῦ τὴν ἀσθένειαν, οὐ δυναμένου νοεῖν τὰ τῇ ἀσωμάτῳ πρέποντα φύσει. Καὶ πάλιν· εἰ ἀσθενοῦσί τινες περὶ τὸ νοῆσαι τὴν ἐξ ἀϊδίου Πατρὸς ἀΐδιον τοῦ Υἱοῦ γέννησιν, διά τε τοῦτο ταῖς σωματικαῖς ἀκολουθίαις ὑποβάλλουσι τὸ ἀσώματον, ἐπειδὴ καὶ τί ἐστιν, ἢ ποδαπὸς ὁ Πατὴρ κατὰ τὴν φύσιν οὐχ εὑρίσκουσιν, ἀρνείσθωσαν καὶ αὐτόν. Εἰ δὲ πίστει τὰ ὑπὲρ ἡμᾶς παραλαμβάνεται, ὑπὲρ ἡμᾶς δὲ καὶ ἡ τοῦ Υἱοῦ γέννησις· οὐδεὶς γὰρ αὐτοῦ τὴν γενεὰν διηγήσεται, καθά φησιν ὁ προφήτης, πίστει δεχέσθω καὶ τοῦτο, καὶ ἀργείτω τὸ, Οὐκ ἦν, ἐξ ἀνθρωπίνων λογισμῶν ἀσθενῶς εἰσφερόμενον. ΑΛΛΟ. Περὶ ἀϊδιότητος. Συλλογισμὸς μετά τινος ἐπαπορήσεως πεπλεγμένος, καὶ συνάγων εἰς ὁμολογίαν τοῦ δεῖν Ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, οὐκ ἔξωθεν ἐπιγεγονότα τὸν Υἱὸν ὑπολαμβάνειν· εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ τῷ Πατρὶ συναΐδιον.

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
