# Thesaurus de sancta consubstantiali trinitate 75.448

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.448

λείαν. Ὁρῶμεν δὲ ὅτι πολὺς ἡμᾶς ἀναγκάζει λόγος, ὡς συμβεβηκότα τὰ τοιαῦτα νοεῖν ἐπὶ Θεοῦ, καὶ εἰ μὴ πάντως συνέβη. Τί γὰρ ἐροῦμεν ἐννοοῦντες ὅτι πρὸ μὲν τῆς διακοσμήσεως τοῦδε τοῦ παντὸς, ἦν μὲν κατ' οὐσίαν δημιουργὸς, οὔπω δὲ τοῦτο τῇ ἐνεργείᾳ, διὰ τὸ μήπω τῶν ὄντων τι παρῆχθαι πρὸς γένεσιν; Ἐπειδὴ δὲ ἐποίησε τὸ πᾶν, γέγονεν ὥσπερ καὶ δημιουργὸς, καὶ τρόπον τινὰ συμβέβηκε τοῦτο αὐτῷ, διὰ τοῦ καὶ ἐξ ἐνεργείας ὀφθῆναι τοιοῦτον. Εἰ τοίνυν νοεῖταί τινα τῶν πραγμάτων ὡς ἐπισυμβεβηκότα Θεῷ, τί μάτην περὶ τοῦ μὴ δεῖν ἐπισυμβεβηκέναι λέγειν τῷ Θεῷ τὸ ἀγένητον διατείνεσθε, ἐν τῷ τοιῷδε σχήματι φαινομένων τινῶν τῶν ὅσαπέρ ἐστι κατ' οὐσίαν αὐτῷ; ΑΛΛΟ. Ἀποκρινάσθωσαν ἡμῖν οἱ σπιθαμῇ μετρεῖν ἐπιχειροῦντες τὸν οὐρανὸν, καὶ τὴν θείαν οὐσίαν ὅπως ἔχει φύσεως νοεῖν ὑπισχνούμενοι, τί ποτε ἄρα ἐροῦσι τὸ πατὴρ ὄνομα ταττόμενον ἐπὶ Θεοῦ; Τῆς οὐσίας αὐτοῦ παραστατικὸν ἢ συμβεβηκότος αὐτῇ τινος; Ἀλλ' οὐδὲν ἐπισυμβαίνειν τῇ οὐσίᾳ τοῦ Θεοῦ φάσκοντες, οὐκ εἶναι δώσουσι συμβεβηκός. Λείπεται τοίνυν εἰπεῖν ὅτι τῆς οὐσίας δηλωτικόν ἐστι. Ταυτὸν οὖν τὸ πατὴρ τῷ ἀγενήτῳ, ἵνα μὴ σύνθετος καὶ ἐκ δύο συγκείμενος οὐσιῶν νοῆται Θεός. Εἰ δὲ τοῦτο, ἐπειδὴ ταυτὸν ἀγένητος καὶ πατὴρ καθ' ὑμᾶς, ὥσπερ τοῦ εἶναι οὐκ ἤρξατο, οὕτως οὐδὲ τοῦ εἶναι πατήρ· ἀλλ' ἦν ἀεὶ τοῦτο, συνεισφερομένου δηλαδὴ καὶ τοῦ γεννήματος· οὕτω γὰρ ἂν εἴη Πατήρ. Ἔτι τε πρὸς τούτῳ, εἰ τὸ ἀγένητον καὶ πατὴρ ἐπὶ Θεοῦ τὴν οὐσίαν σημαίνει, τί κωλύσει λέγειν ὅτι πάντως ἀντιστρέψει πρὸς ἑαυτὰ τὰ ὀνόματα, ὡς εἴ τίς ἐστι πατὴρ, τοῦτ' εἶναι καὶ ἀγένητον· καὶ εἴ τι ἀγένητον, τοῦτο καὶ πατήρ; Οἰχήσεται δὴ οὖν καὶ χωρήσει λοιπὸν ἐπὶ πάντας τὸ μόνῳ προσὸν τῷ Θεῷ ὡς ἴδιον αὐτοῦ καὶ ἐξαίρετον τὸ ἀγένητον εἶναί φημι. Ὁρᾶτε τοίνυν εἰς ὅσην ἀτοπίαν ὑμῖν καταστρέφουσιν οἱ λόγοι. ΑΛΛΟ. Μηδὲν κατ' ἐπίνοιαν συμβεβηκὸς νοοῦντες ἐπὶ Θεοῦ, μήτε μὴν οὕτω τισὶν νοεῖν ἐπιτρέποντες, πολλῇ δυσχερείᾳ περιπεσεῖσθε πάντως, καὶ μυρίος ἡμᾶς νοημάτων ἀθέσμων περιεστήξει θόρυβος. Ἆρα γὰρ εἴ τις ὑμᾶς ἐρωτῴη, τὸ πατὴρ καὶ τὸ ἀγένητος, ἄφθαρτός τε καὶ ἀθάνατος, καὶ ἀόρατος, καὶ ὅσα ἕτερά ἐστι τοιαῦτα, κατὰ φύσιν ἐνυπάρχοντα τῷ Θεῷ, καὶ κατὰ μόνης τῆς οὐσίας αὐτοῦ κατηγορούμενα, πότερον οὐσίας εἶναι δώσετε, μᾶλλον δὲ ἕκαστον αὐτῶν οὐσίαν σημαίνει, ἢ οὐχί; Ποῖον ἀποδώσετε λόγον; Εἰ μὲν οὖν ἕκαστον οὐσίαν σημαίνει, ἐκ τοσούτων ὑμῖν οὐσιῶν, ὁ ἁπλοῦς συγκείσεται Θεὸς, ὅσαπερ ἂν αὐτῷ φυσικῶς προσόντα φαίνηται. Πρὸς δέ γε τούτῳ κἀκεῖνο πάντως ἀναγκαῖον ὑπάρχειν ἀληθὲς, ὅτι καὶ τὰ ἀντικείμενα τοῖς εἰρημένοις τὸ γενητὸν δηλαδὴ, τὸ φθαρτὸν, τὸ ὁρατὸν ἔσται πάντα τῆς αὐτῆς οὐσίας· μᾶλλον δὲ μίαν οὐσίαν σημαίνει. Εἰ δὲ τοῦτο, οὐδὲν κωλύσει λέγειν ταυτὸν εἶναι ξύλον καὶ υἱὸν, λίθον καὶ γέννημα. Γενητὰ γὰρ καὶ φθαρτὰ καὶ ὁρατὰ ταῦτά ἐστι καὶ συγκέχυται λοιπὸν τῶν πραγμάτων ἡ τάξις.

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
