Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.449
Not analysed yet
Εἰ τοίνυν οὐχ ὅσα προσεῖναι λέγεται κατὰ φύσιν τῷ Θεῷ, ταῦτα πάντως ἔσται αὐτοῦ καὶ οὐσία, λείπεται λέγειν αὐτὰ τῇ οὐσίᾳ συμβεβηκότα, μέχρι μόνης φωνῆς οὕτω νοούμενα. Οὐκ ἔχει γὰρ ἡ ἀνθρώπου φύσις μεῖζόν τι τῶν καθ' ἑαυτὴν λέγειν ἐπὶ Θεοῦ. Διὸ δὴ τοῖς ἰδίοις ἔθεσιν ἐπ' αὐτοῦ κεχρήμεθα, τὰ καθ' ἑαυτοὺς μειζόνων ὑπόδειγμα ποιούμενοι, ὥσπερ οἱ ἐν μικρῷ πίνακι τὸν οὐράνιον καταγράφοντες κύκλον. Ἀντίθεσις ἐκ τῶν αὐτῶν διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Ὁ Θεὸς, φασὶ, τὴν ἑαυτοῦ φύσιν οἶδεν ἀκριβῶς καὶ ἀληθῶς, καὶ ὅπερ ἐστὶ κατ' οὐσίαν ἐπίσταται σαφῶς. Εἰ δὲ οὐκ ἴσμεν ἡμεῖς οὕτως ὡς αὐτὸς οἶδεν, ἐσφαλμένως ἄρα καὶ διεστραμμένως τὰ περὶ αὐτὸν δοξάζοντες ἁλισκόμεθα. Ὁ γὰρ μὴ ὁμοίως τῷ ἀληθῶς εἰδότι γινώσκων, οὐκ ἀληθῶς εἴσεται, πλανᾶται δὲ πάντως ὁ τοιοῦτος. Πρὸς τοῦτο λύσις. Οὐχ ὁρῶσι πάλιν οἱ δεινοὶ πρὸς τόλμας, εἰς ὅσον ἀσεβείας καταφέρονται βάραθρον. Δεδοίκασι γὰρ, ὡς εἰκὸς, ἐλάττους φαίνεσθαι κατὰ τὸ νοεῖν τοῦ Θεοῦ· φρίττουσι δὲ ὡς εὐτελὲς τὸ μὴ οὕτως εἶναι νομίζεσθαι λεπτοὺς εἰς γνῶσιν, ὡς ἂν εἶναί τις δῴη καὶ τὴν θείαν οὐσίαν, οὐκ εἰδότες ὅτι τοσοῦτον ὑπερέξει καὶ κατὰ τοῦτο τῶν γενητῶν, ὅσον αὐτῶν καὶ κατὰ φύσιν διέστηκεν. Εἶτα πρὸς τούτῳ πῶς οὐ λίαν ἐστὶν ἀτοπώτατον, οὐκ ἀληθῶς εἰδέναι λέγειν τὸν μὴ παραπλησίως εἰδότα τι τῷ τελείαν ἔχοντι τὴν γνῶσιν πράγματός τινος τυχὸν, ἐφ' οὗπερ ἂν τυχὸν καὶ οἱ λόγοι γίνονται; Ἔστι μὲν γὰρ ἧττον εἰδέναι καὶ κατὰ τοῦτο τοῦ τελείως εἰδότος ἀπολιμπάνεσθαι, οὐ μὴν παντελῶς καὶ διεστραμμένως. Οἷον φέρε εἰπεῖν, ἐπίσταταί τις ὅτι περὶ τὴν σελήνην ἔκλειψις γίνεσθαι συμβαίνει, ἀγνοεῖ δὲ ὅπως καὶ τίνα τρόπον· ἀλλ' ἔστω τις ἕτερος τυχὸν ὁ καὶ τοῦτο εἰδώς. Ἆρ' οὖν ἐπειδήπερ ὁ μέν τις σοφώτερος ὢν οἶδε τὸ συναμφότερον, ὁ δὲ κατὰ τὸ δύνασθαι νοεῖν ἐλάττων ἐκείνου τυγχάνων, οἶδε τὸ ἕτερον, ψευδῶς δοξάσει περὶ τὴν σελήνην τὰς ἐκλείψεις γίνεσθαι λέγων; Ἀλλ' οὐκ ἔστι τοῦτο. Εἰ τοίνυν ἐνδέχεται περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος, μείζονα μὲν ἔν τισι κεῖσθαι τὴν γνῶσιν, ἐλάττοντα δὲ ἐν ἑτέροις, καὶ ἀληθεῖς εἶναι τὰς δόξας ἐν ἀμφοτέροις, τί κωλύσει καὶ ἡμᾶς ἀνθρώπους ὄντας, ἔλαττον μὲν εἰδέναι Θεοῦ, ἢ ὡς αὐτὸς ἑαυτὸν οἶδε, τί ποτέ ἐστι κατ' οὐσίαν, μὴ μὴν ψευδῶς τε καὶ διεστραμμένως; ΑΛΛΟ. Ἐπὶ τὴν τῶν ὄντων σημασίαν ἤτοι κατάληψιν, πολλαῖς καὶ διαφόροις ἐννοίαις ἐρχόμεθα. Καὶ οὐ πάντως ψευδῶς τε καὶ διεστραμμένως δοξάσει τις πρὸς ἕτερον, ὅτι μὴ ταῖς αὐταῖς ἐννοίαις, ἀλλ' ἑτέραις τισὶν ἐπί τι τῶν ζητουμένων βαδίζει. Οἷον φέρε εἰπεῖν, ἔστωσαν δύο τινὲς ἐρωτώμενοι, εἰ ταυτόν ἐστι τῷ ἀνθρώπῳ ὁ ἵππος, καὶ ὁ μὲν ἀποκρινέσθω μὴ εἶναι ταυτὸν, ἐπεὶ πᾶς ἄνθρωπος γελαστικὸν, ὁ δὲ ἵππος οὐ τοῦτο· ὁ δὲ ἕτερος λεγέτω, Οὐ ταυτὸν ἵππῳ ὁ ἄνθρωπος, ἐπειδήπερ τὸ χρεμετιστικὸν τῆς οὐσίας αὐτοῦ οὐ κατηγορεῖται. Ἆρ' οὖν οὐκ ἀληθεύσουσιν