# Thesaurus de sancta consubstantiali trinitate 75.45

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.45

Εἰ κατὰ τὴν ὑμετέραν ὑπόνοιαν, ὦ θεομάχοι, ἐξ οὐκ ὄντων ἐστὶν ὁ Υἱὸς, καὶ οὐκ ἦν πρὶν γεννηθῇ, κατὰ τὸ μετέχειν τοῦ Θεοῦ, δηλονότι καθάπερ τὰ ἄλλα λογικὰ, καὶ αὐτὸς ἐκλήθη Θεὸς, καὶ Υἱὸς, καὶ Σοφία. Τοῦτο γὰρ ὑπάρχει τοῖς λογικοῖς κτίσμασιν, οἷς οὐ φύσει τὸ τῆς θεότητος ἐπαληθεύεται κάλλος, ἀλλ' ἡ τοῦ διδόντος χάρις προξενεῖ· ὡς ὅταν λέγῃ· «Ἐγὼ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Σχέσει γὰρ τῇ πρὸς Θεὸν υἱοποιηθέντες παρ' αὐτοῦ θεοποιούμεθα. Εἰ τοίνυν Θεοῦ μετασχόντες κατὰ χάριν, υἱοὶ Θεοῦ κεκλήμεθα, τίνος ἂν δοίημεν μετέχειν τὸν Λόγον, ἵνα γένηται Υἱὸς ἢ Θεός; Ἡμεῖς μὲν γὰρ, τοῦ ἁγίου Πνεύματος· ἐπὶ δὲ τοῦ Λόγου τοῦτο νομίζειν, ἀμαθές. Αὐτὸς γάρ φησι περὶ τοῦ Πνεύματος· «Ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει· «Τίνος οὖν ἄρα μετέχει; Λείπεται λέγειν, τοῦ Πατρός. Καὶ τίς ἐστιν ὁ τῆς μετουσίας τρόπος; ἢ τί τὸ ἐκ τοῦ Πατρὸς ἐξιὸν καὶ ἐν τῷ λόγῳ γινόμενον, ἵνα καὶ μετέχηται. Φέρε εἰπεῖν, ὡς ἀπὸ πυρὸς θερμότης ἐν σώματι, ἢ ἔκ τινος ἄνθους εὐωδία· μᾶλλον δὲ ὥσπερ εἰς ἡμῶν τὸ Πνεῦμα, περὶ οὗ φησιν ἡ Γραφή· «Ὅτι ἐκ τοῦ Πατρὸς ἐκπορεύεται.» Τί οὖν ἐστι τὸ ἐκ τοῦ Πατρὸς ἐξιὸν καὶ ἐν τῷ Λόγῳ γινόμενον; Ἆρ' ἐκ τῆς τοῦ Πατρὸς οὐσίας, ἢ ἔξωθέν ποθεν καὶ τοῦτο τὸ ληφθέν; Εἰ μὲν οὖν ἔξωθέν ἐστιν, οὐδὲ τοῦ Πατρὸς μέτοχός ἐστιν ὁ Υἱὸς, ἀλλ' ἑτέρου τινὸς μετέχων ἁγιάζεται, ὅπερ ἐστὶ καὶ μόνον ἐννοῆσαι δυσσεβές. Εἰ δὲ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς συγχωρεῖτε νοεῖσθαι τὸ τῷ Λόγῳ πρὸς μετοχὴν παρ' αὐτοῦ χορηγούμενον, ἢ τομήν τινα καὶ μερισμὸν καὶ πάθος δύνασθαι συμβαίνειν περὶ τὴν τοῦ Θεοῦ φύσιν δεδώκατε, ἢ λέγοντες ἀπαθῶς καὶ ἀμερίστως ἐν τῷ Θεῷ τὰ τοιαῦτα γίνεσθαι, μάτην ἀνατρέπετε τὴν τοῦ Υἱοῦ γέννησιν, μερισμὸν καὶ πάθος περὶ αὐτὴν εἰσάγοντες. Εἰ δὲ ἀμερίστως τίκτει Θεὸς, γεννᾷ τε ἀπαθῶς ἐξ ἑαυτοῦ, οὐδὲν κωλύει τὸ γεννηθὲν ὁμολογεῖσθαι τὸν ζῶντα τοῦ Πατρὸς Λόγον. Ὁ δὲ ἐξ ἀϊδίου Πατρὸς προελθὼν, ἔσται πάντως καὶ ἀΐδιος· οὕτω γὰρ ἂν καὶ τὴν πατρῴαν εὐγένειαν ἔχων καὶ διασώζων ἐν ἑαυτῷ, ἀληθεύει λέγων· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.» Οὐ γὰρ ἐν τῷ γενητῷ τὸ ἀΐδιον φαίνεται ΑΛΛΟ. Εἰ ὁ μετέχων τοῦ Υἱοῦ θείας γίνεται κοινωνὸς φύσεως, κατὰ τὴν τοῦ Πέτρου φωνὴν, καὶ εἰ ναοὶ Θεοῦ χρηματίζουσιν οἷς ὁ Λόγος ἐνοικεῖ, ἀνάγκη λέγειν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ τὸν Υἱόν. Καὶ εἰ οὐδὲν ἐπιγενητὸν ἐν Θεῷ (τέλειος γὰρ καὶ ἀπροσδεὴς), οὐκ ἐπιγέγονεν ὁ Υἱός; ἀλλ' ἦν τῷ Πατρὶ συναΐδιος. Ἔτι, περὶ ἀϊδιότητος τοῦ Υἱοῦ. Πατέρα λέγομεν τὸν Θεὸν, Υἱὸν δὲ τὸν Λόγον καὶ Θεὸν, οὐχ ἵνα τὸν μὲν προϋπάρχοντα, τὸν δὲ μετ' αὐτὸν γεγονότα νοῶμεν, κατὰ τὴν ἐν ἀνθρώποις

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
