# Thesaurus de sancta consubstantiali trinitate 75.461

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.461

ΑΛΛΟ. «Οὕτω, φησὶν, ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ.» Εἰ τοίνυν τὸ περὶ τοῦ Υἱοῦ μυστήριον, Θεοῦ μυστήριον ὁ Παῦλος ἀποκαλεῖ, πῶς οὐκ ἔσται φύσει Θεὸς, ἢ πῶς ἐν ποιήμασι τετάξεται ὁ διὰ τῶν ἀποστόλων ὑπηρετούμενος; Πῶς δὲ οὐκ ἀληθεύσει, Θεοῦ μυστήριον ὀνομάζων τὸ Εὐαγγέλιον Χριστοῦ, ὁ μετὰ πολλῆς παῤῥησίας εἰπών· «Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, ἀλλ' ὑπὸ τοῦ Θεοῦ δηλαδή;» Ὅτε τοίνυν θεοδίδακτος ὢν Θεὸν ὄντα τὸν Υἱὸν ἐπιγινώσκει, τίς τῶν ἕτερα διδασκόντων ἀνέξεται; ΑΛΛΟ. «Ὥστε, φησὶ, μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.» Ἐν δὲ τοῖς Εὐαγγελίοις, στήσειν μὲν ἐκ δεξιῶν τὰ πρόβατα, ἐξ εὐωνύμων δὲ τὰ ἐρίφια Χριστὸς ἐπαγγέλλεται, κατὰ τὸν καιρὸν τῆς δευτέρας αὐτοῦ παρουσίας· καὶ τοὺς μὲν τῆς ἀνομίας ἐργάτας ἐκπέμψειν εἰς τὸ πῦρ τὸ αἰώνιον, τοῖς δέ γε τὸν δεξιὸν ἐπέχουσι τόπον τοὺς ἐπαίνους ὁμοῦ τοῖς μισθοῖς ἀποδώσειν, λέγων τὸ, «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Οὐκοῦν εἰ τὸν τῆς ἀρετῆς ἐργάτην καὶ ἐπιστήμονα ἐπαινέσειν μέλλοντος τοῦ Θεοῦ, Χριστός ἐστιν ὁ ἐπαινῶν, πῶς ἔσται ποίημα, καὶ οὐχὶ μᾶλλον Θεὸς ἐκ Θεοῦ, τῆς πατρῴας οὐσίας ὅλον ἔχων τὸ ἴδιον, καὶ ὢν διὰ τοῦτο φύσει Θεὸς, ὥσπερ καὶ ὁ γεννήσας αὐτόν; ΑΛΛΟ. «Δοκῶ γὰρ, φησὶν, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους.» Ἰδοὺ πάλιν τοὺς ἁγίους ἀποστόλους ἀποδεῖξαι λεγομένου τοῦ Θεοῦ, Χριστός ἐστιν ὁ ἀναδείξας. Πῶς οὖν [οὐ] φύσει Θεὸς, ὁ τοῦτο ὢν καὶ καλούμενος; Ὁ δὲ οὕτως ἔχων, πῶς ἔσται ποιητός; ΑΛΛΟ. «Ἐγενόμην, φησὶ, τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεοῦ, ἀλλ' ἔννομος Χριστοῦ, ἵνα κερδάνω τοὺς ἀνόμους.» Θεὸς οὖν ἄρα ὁ Χριστὸς, οὗ τὸν νόμον ἔχοντες, οὐκ ἐσμὲν ἄνομοι Θεοῦ. Ὅτι δὲ πάλιν μόνῳ Θεῷ τὸ νομοθετεῖν οἰκεῖον, οὐκ ἀμφίβολον. Ἐκ τῆς πρὸς Κορινθίους βʹ. «Οὐ γὰρ θέλομεν ὑμᾶς, φησὶν, ἀγνοεῖν, ἀδελφοὶ, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν· ἀλλ' αὐτοὶ ἐν αὐτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
