# Thesaurus de sancta consubstantiali trinitate 75.48

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.48

τάξιν· ἄνω γὰρ παντὸς χρόνου Θεὸς, ἀλλ' ἵνα τὸν μὲν ὡς Γεννήσαντα, ὅπερ ἐστὶ πατρὸς ἴδιον· τὸν δὲ ὡς γνήσιον Υἱὸν ἄῤῥητον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ἐσχηκότα τὴν γέννησιν προσκυνῶμεν. Πατὴρ οὖν ὅτι γεγέννηκεν· Υἱὸς δὲ, ὅτι ἐγενήθη· καὶ πρὸς μόνον τῶν ὀνομάτων ἡ χρεία καὶ τὸ διὰ τῆς πρὸς ἡμῶν ὁμοιώσεως σημαινόμενον. Εἰ τοίνυν ἐπὶ Θεοῦ τὸ Πατὴρ ὄνομα μόνου τοῦ γεννᾷν ἐστι σημαντικὸν, οὐδεὶς ἀναγκάσει λόγος προϋπάρχειν τοῦ ἰδίου γεννήματος τὸν ἀχρόνως γεννῶντα Θεόν. Καὶ εἰ χρόνος ἦν οὐδεὶς μεταξὺ τοῦ γεννήσαντος καὶ γενηθέντος, οὐκ ἐπιγέγονεν, ἀλλ' ἦν ἀεὶ τῷ Πατρὶ συναΐδιος ὁ Υἱός. ΑΛΛΟ. Εἰ ποιητής ἐστι κατὰ φύσιν ὁ Θεὸς, καὶ οὐκ ἐπιγέγονεν αὐτῷ τὸ δύνασθαι παράγειν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ ὄντα· πάντα δὲ δι' Υἱοῦ ποιεῖ καὶ κατεργάζεται, πῶς οὐκ ἀσεβὲς τὸ λέγειν· Ἦν ὅτε οὐκ ἦν; ἴσον γάρ ἐστιν εἰπεῖν· Ἦν ὅτε οὐκ ἦν ὁ Θεὸς, ὕστερον ἐπιγενομένου τοῦ πάντων δημιουργοῦ Λόγου· «Χωρὶς γὰρ αὐτοῦ ἐγένετο οὐδὲ ἓν,» κατὰ τὴν Ἰωάννου φωνήν. Εἰ δὲ ἀεὶ καὶ κατὰ φύσιν ποιητὴς ὁ Θεὸς καὶ Πατὴρ, ἦν ἄρα σὺν αὐτῷ δι' οὗ ποιητὴς ἐφαίνετο, τουτέστιν ὁ Λόγος αὐτοῦ. Ὥσπερ γὰρ ἀχώριστον ἀνθρώπου πᾶν τὸ φύσει προσὸν αὐτῷ· οὕτω καὶ Θεοῦ πᾶν τὸ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ. Ἐν Πατρὶ δὲ καὶ ἐκ Πατρὸς ὁ Λόγος· ἀχώριστος ἄρα καὶ συναΐδιος. ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Εἰ οὐκ ἔστιν ὁ Υἱὸς τῷ Πατρὶ συναΐδιος, ἀλλ' Ἦν ὅτε οὐκ ἦν, καθ' ὑμᾶς, ἀνάγκη συνομολογεῖν ἀτελῆ ποτε ὑπάρχειν τὴν ἁγίαν Τριάδα. Ἦν γὰρ μονὰς, ὡς εἰκὸς, πρὸ Υἱοῦ. Γέγονε δὲ ὕστερον Τριὰς, ἐπιγενομένου τοῦ λείποντος. Ἐπειδὴ δὲ πᾶν ὅπερ ἂν συμβῇ, καὶ ἀποσυμβῆναι δύναται, δέος μὴ καί τις ἡμᾶς ἀναγκάσῃ λόγος ὁμολογεῖν δύνασθαι τὴν ἁγίαν Τριάδα πρὸς ἑνάδα παλινδρομεῖν. Εἰ δὲ τοῦτο φρονεῖν ἢ λέγειν ἁπάσης ἐστὶ δυσσεβείας ἐπέκεινα, ἦν ἀεὶ μετὰ Πατρὸς τῆς ἁγίας Τριάδος τὸ πλήρωμα. ΑΛΛΟ, τούτῳ ὅμοιον. Εἰ οὐκ ἔστιν ὁ Υἱὸς ἴδιον γέννημα τῆς οὐσίας τοῦ Πατρὸς, ἀλλ' ἐξ οὐκ ὄντων ἐγένετο, ἀνόμοιος ἔσται πρὸς ἑαυτὴν ἡ ἁγία Τριὰς ἐξ οὐκ ὄντων ἔχουσα τὴν σύστασιν. Καὶ λοιπὸν τὸ κτίσμα τῷ Κτίστῃ συναριθμεῖται, καὶ τὸ ποίημα τῷ ποιητῇ συνδοξάζεται. Εἰ δὲ τοῦτο ἀσεβὲς, μία γὰρ θεότης τῆς ἁγίας Τριάδος, μία δοξολογία, κυριότης ἡ αὐτὴ, οὐκ εὐλόγως εἰς διαφόρους οὐσίας σχίζεται. Πῶς δὲ οὐκ ἄτοπον τοῦ Πατρὸς ὄντος ἀϊδίου, τὸν συγκαθήμενον αὐτῷ καὶ συμβασιλεύοντα Λόγον τολμῆσαι λέγειν οὐκ εἶναι μέν ποτε· ἐπιγεγονέναι δὲ ὕστερον, καὶ πρόσφατον ἡμῖν εἰσφέρεσθαι Θεόν;

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
