Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.49
Not analysed yet
ΑΛΛΟ. Πηγὴ σοφίας καὶ ζωῆς καλεῖται καὶ ἔστιν ὁ Θεός. Διὰ μὲν γὰρ Ἱερεμίου φησίν· «Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος.» Καὶ πάλιν· «Θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν, ὑπομονὴ Ἰσραὴλ, Κύριος. Πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν, ἀφεστηκότες ἐπὶ τῆς γῆς. Γραφήτωσαν ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν Κύριον.» Διὰ δὲ τοῦ Βαρούχ· «Ἐγκατελίπετε τὴν πηγὴν τῆς σοφίας.» Οὕτω τοίνυν ὄντος τε καὶ καλουμένου τοῦ Θεοῦ, ἀκόλουθόν ἐστι τῇ πηγῇ τῆς σοφίας συνυπάρχειν τὰ ἐξ αὐτῆς· ἐπεὶ οὐκ ἂν εἴη πηγὴ μηδὲν ἀναβλύζουσα. Οὐκοῦν ἐν τῷ λέγειν· Ἦν ὅτε οὐκ ἦν Υἱὸς, ὁ λέγων· Ἐγώ εἰμι ἡ ζωὴ, καὶ ἐγὼ ἡ σοφία, κατεσκήνωσα βουλὴν, συνομολογεῖν ἔστι σαφῶς ξηράν ποτε καὶ ἄγονον εἶναι τὴν πηγήν. Εἰ δὲ τοῦτο ἀσεβὲς, ἀεὶ γὰρ καρπογόνος ἡ θεία φύσις, καὶ οὐδὲν ἐν αὐτῇ τὸ καινὸν, ἦν ἄρα τῷ Γεννήσαντι συναΐδιος ὁ ἐξ αὐτοῦ γνήσιος Λόγος, ὥσπερ ἀπό τινος πηγῆς τῆς πατρῴας ἀναβλύζων οὐσίας. ΑΛΛΟ. Εἰς τὸ αὐτὸ πιθανόν. Ἐπαγγέλλεται ποιήσειν ὁ Θεὸς τοὺς δουλεύοντας αὐτῷ, ὡς πηγὴν ἣν μὴ ἐξέλιπεν ὕδωρ. Οὕτω τε διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου· «Καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται· καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ ἧς μὴ ἐξέλιπεν ὕδωρ.» Ταῦτα τοῦ Θεοῦ ποιήσειν ἐπ' ἀνθρώπων ὑπισχνουμένου, πῶς οὐ πάσης ἂν εἶεν ἀσεβείας ὑπεύθυνοι, οἱ τὴν θείαν ἐκείνην καὶ ἀκήρατον πηγὴν ξηράν ποτε γεγενῆσθαι λέγοντες· ἵνα καὶ ἀνθρώπων δεύτερος φαίνηται Θεός; Εἰ δὲ τοῦτο ἄτοπον, ἦν ἄρα ἐν τῇ πηγῇ τὸ ὕδωρ τῆς ζωῆς καὶ ἡ ἐξ αὐτῆς σοφία, τουτέστιν ὁ Υἱός. ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Γέγραπται· «Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ,» ἀλλ' εἴ τις τὸν δι' οὗ τὰ πάντα γέγονεν, ἕνα τῶν πάντων εἶναι λέγοι, τὸ κωλύον οὐδὲν, καὶ τὸν ἐξ οὗ τὰ πάντα τοῖς αὐτοῖς ὑποβάλλειν συλλογισμοῖς. Εἰ δὲ τοῦτο ἀσεβὲς, οὐδὲ ὁ Υἱὸς ἒν ἔσται τῶν πάντων, δι' οὗ τὰ πάντα γέγονεν, ἀΐδιος οὖν. Ὁ γὰρ ὅλως τὸ εἶναι κτίσμα καὶ ποίημα διαπεφευγὼς, οὐκ ἐν τοῖς πᾶσιν ὢν, ἀλλ' ὑπὲρ πάντα καὶ ἐπὶ πάντων Θεὸς νοηθήσεται. ΑΛΛΑ ἁπλᾶ καὶ ἀπόλυτα. Εἰ φῶς ἐστιν ὁ Θεὸς καὶ Πατὴρ, ἦν ἀεὶ ἐν αὐτῷ τὸ ἀπαύγασμα αὐτοῦ. Εἰ χαρακτήρ ἐστιν ὁ Υἱὸς τῆς τοῦ Πατρὸς ὑποστάσεως, κατὰ τὴν τοῦ Παύλου φωνὴν, λεγέτωσαν οἱ ἐπ' αὐτοῦ τὸ, Οὐκ ἦν, τολμῶντες φέρειν, πότε χαρακτῆρος χωρὶς ἦν ἡ ὑπόστασις τοῦ Πατρός; Ὁμοῦ γὰρ τῇ ὑποστάσει καὶ ὁ ταύτης χαρακτὴρ συνεισάγεται. Εἰ ἀλήθεια καὶ σοφία ἐστὶν ὁ