Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.492
Not analysed yet
τοῖς πιστεύουσιν.» Εἰ τοῖς μακαρίοις ἀποστόλοις ὁ λόγος περὶ τῆς εἰς Χριστὸν γέγονε πίστεως, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Παύλου· «Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον,» εἶτα λόγον Θεοῦ τὸ περὶ αὐτοῦ καλοῦσι κήρυγμα· τίς ἄρα οὕτως θρασὺς ὡς τολμῆσαι ποίημα λέγειν τὸν διὰ γλώττης ἀποστολικῆς Θεὸν ὀνομαζόμενον, καὶ ῥιψοκινδύνως τοῖς διὰ Πνεύματος λαλοῦσιν ἀντιφωνεῖν; Ἐκ τῆς πρὸς Θεσσαλονικεῖς βʹ. «Πιστὸς δέ ἐστιν ὁ Κύριος ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.» Εἰ πιστός ἐστιν ὁ Σωτὴρ ὅτι πιστοὺς ἀπεργάζεται τοὺς προσιόντας αὐτῷ, στηρίζων διὰ τῆς πίστεως, ἔσται δηλονότι καὶ φύσει Θεὸς, ὅτι θεοὺς ἀποτελεῖ τοὺς ἐλπίζοντας ἐπ' αὐτόν. Πιστοῦ μὲν γὰρ τὸ πιστοποιεῖν, Θεοῦ δὲ πάλιν τὸ θεοποιεῖν· ὥσπερ ἀμέλει καὶ τοῦ φωτὸς τὸ φωτίζειν ἔργον ἐστίν. Ἐκ τῆς πρὸς Ἑβραίους. «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησε ἡμῖν ἐν Υἱῷ, ὃν ἔθετο κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας.» Κρείττονα τῆς διὰ Μωσέως Διαθήκης καὶ τῶν προφητικῶν κηρυγμάτων τὴν εὐαγγελικὴν ἀποδεικνύων παίδευσιν, ἀπὸ τῆς τῶν προσώπων διαφορᾶς ποιεῖται τὴν διάκρισιν. Κατὰ μὲν οὖν τὸ ἀρχαῖον διὰ τῶν προφητῶν τοῖς πατράσιν ἀνακεκηρύχθαι τὸν λόγον διισχυρίσατο· ἐπ' ἐσχάτων δὲ τῶν καιρῶν δι' Υἱοῦ, τοῦ τοσαύτην ἔχοντος πρὸς ἐκείνους τὴν ὑπεροχὴν, ὡς τοὺς μὲν τὸ οἰκετικὸν οὐχ ὑπερβαίνοντας μέτρον, τὸ, «Τάδε λέγει Κύριος,» ἀναφωνεῖν, τὸν δὲ τὸ δεσποτικὸν ἀξίωμα φοροῦντα λέγειν ὡς Υἱόν· «Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν,» καὶ ἑξῆς. Πῶς οὖν ἐν κτίσμασιν ὁ κατὰ φύσιν Θεὸς, ἣ πῶς ἐν δούλοις ὁ πάντων Δεσπότης τετάξεται; Καὶ εἰ πάντων ἐστὶ κληρονόμος, ἕτερός ἐστι παρὰ πάντα, ὧν καὶ ἔστι κληρονόμος. Καὶ εἰ δι' αὐτοῦ πεποίηκε τοὺς αἰῶνας, οὐκ ἂν εἴη τῶν γενητῶν ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ἐπείπερ οὐδὲν τῶν κτισμάτων προγενεστέραν τοῦ αἰῶνος ἔχει τὴν γένεσιν, ἀλλ' ἐν χρόνῳ πεποίηται. Μόνῳ δὲ πρόσεστι τῷ Υἱῷ, τὸ ἀχρόνως εἶναι μετὰ Πατρός. ΑΛΛΟ. «Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη;» Ἐνταῦθα σαφῶς ἐκ τῆς τῶν προσώπων διαφορᾶς, ὅσην ἔχει τὴν ὑπεροχὴν τὰ εὐαγγελικὰ κηρύγματα ὡς πρὸς τὰς διὰ τοῦ νόμου σκιὰς, ἀποδεικνύειν πειρᾶται. Εἰ γὰρ τοῖς δι' ἀγγέλων, φησὶ, διατεταγμένοις προσῆν οὕτως τὸ ἀξιόπιστον ὡς τοῖς παραβαίνειν ἐπιχειροῦσι τὴν χαλεπω-