# Thesaurus de sancta consubstantiali trinitate 75.512

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.512

νός· ποιμαίνετε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ.» Σοφῶς πάλιν ἐνθάδε Θεὸν ὁ Πέτρος ἀποκαλεῖ τὸν Υἱὸν, τοῦτο κατὰ φύσιν ὄντα γινώσκων· οὐ γὰρ ψεύδεται. Ἀκηκοὼς γὰρ αὐτὸς παρὰ τοῦ Σωτῆρος ἡμῶν τοῦ Χριστοῦ· «Σίμων Ἰωνᾶ, φιλεῖς με; Βόσκε τὰ ἀρνία μου·» καὶ πάλιν, «Ποίμαινε τὰ πρόβατά μου,» τὴν ὁμοίαν δίδωσιν ἐντολὴν, Θεοῦ ποίμνιον τὰ τοῦ Σωτῆρος ὀνομάζων, ὡς ἄνωθεν ἐκ Πατρὸς, καὶ οὐ διὰ σαρκὸς καὶ αἵματος, τοῦ θείου μυστηρίου τὴν γνῶσιν παραλαβών. Εἰ δὲ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, πῶς ἔσται κτίσμα ἢ ποίημα; ΑΛΛΟ. Ποιητοῦ καὶ ποιήματος ἄμετρόν τινα καὶ ἀσύγκριτον οὖσαν τὴν διαφορὰν ἐπιδεικνύων ὁ Ψαλμῳδὸς, ἀναφθέγγεται· «Αὐτὸς ἐποίησε ἡμᾶς, καὶ οὐχ ἡμεῖς· ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ.» Ἐν μὲν οὖν τῷ δύνασθαι ποιεῖν τε καὶ κτίζειν, ἡ θεία καὶ δεσπόζουσα φύσις διαγινώσκεται· ἐν δὲ τῷ πεποιῆσθαι καὶ παρῆχθαι πρὸς γένεσιν, ἡ δούλη καὶ γενητή. Ἐπειδὴ δὲ πάντων δημιουργός ἐστιν ὁ Υἱὸς, οὔτε εἷς ἔσται τῶν πάντων, οὔτε ἐν τοῖς πεποιημένοις τετάξεται, ὁ διὰ τοῦ δύνασθαι κτίζειν ἑτεροφυὴς ὡς πρὸς τὴν κτίσιν ἀναδεικνύμενος, καὶ τὸ δουλικὸν ἀναβεβηκὼς μέτρον, ὥστε καὶ ἐντὸς ὅρων τῆς δεσποζούσης οὐσίας ὑπάρχειν. Ἐκ τῆς Ἰωάννου Ἐπιστολῆς. «Γράφω ὑμῖν, φησὶ, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς.» Εἰ τῶν ποιημάτων οὐδὲν ἀπ' ἀρχῆς ἢ ἐν ἀρχῇ, διὰ τὸ πάντα ἐν χρόνῳ κεκλῆσθαι πρὸς γένεσιν, ἦν δὲ ἀπ' ἀρχῆς ὁ Υἱὸς, ὃν καὶ ἐγνώκασι πρὸς οὓς ὁ λόγος, πῶς ἔσται τῶν ποιημάτων ὁ μὴ οὔτως ἔχων καθάπερ ἐκεῖνα; ΑΛΛΟ. «Ὁ ἀρνούμενος τὸν Πατέρα, καὶ τὸν Υἱὸν ἀρνεῖται, καὶ ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει.» Ἀρνήσεταί τις τὸν Υἱὸν οὐχ ἑτέρως, εἰ μὴ διὰ τοῦ ποίημα λέγειν αὐτὸν, καὶ τῆς τοῦ Πατρὸς ἐκπέμπειν ὁμοουσιότητος, ὁμολογήσει δὲ πάλιν ἀποσώζων αὐτῷ γνήσιόν τε καὶ ἀληθὲς τὸ τῆς υἱότητος ἀξίωμα, καὶ τῆς πρὸς Πατέρα ὁμοιώσεως φυσικῆς οὐκ ἀποστερίσκων αὐτόν. Οὐκοῦν ὅπερ ἂν ὑπό του περὶ τοῦ Πατρὸς λέγηται, τοῦτο πάντως καὶ περὶ τοῦ Υἱοῦ, δίχα μόνου τοῦ ὅτι Πατήρ ἐστι. Καὶ ὅπερ ἂν ἐφ' Υἱοῦ τάττοιτο, τοῦτο κρατήσει καὶ περὶ τοῦ Πατρὸς, δίχα μόνου πάλιν τοῦ ὅτι Υἱός ἐστιν. Οἷον ὁ Πατὴρ Θεὸς κατὰ φύσιν, παντοκράτωρ, δημιουργὸς, Κύριος, βασιλεὺς, ἄφθαρτος, ἀθάνατος, ζωὴ, ἀρχὴν τοῦ εἶναι μὴ ἔχων, ἀλλ' οὐδὲ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθείς· ταῦτα καὶ ὁ Υἱὸς ἀπαραλλάκτως. Εἰ δὲ δίδως μὲν ταῦτα προσεῖναι τῷ Πατρὶ, καὶ οὕτως ἔχειν αὐτὸν ὁμολογεῖς, ἐκβάλλεις δὲ αὐτὸν τὸν Υἱὸν, ποίημα λέγων, καὶ τὸν δημιουργὸν ἐν τῇ τῶν κτισμάτων τάξει καταφέρων, ἐξωθήσεις αὐτῶν καὶ τὸν Πατέρα, καταδικάζων ἀμαθῶς τοῦ Υἱοῦ, καὶ τοῦ θεοπρεποῦς ἀξιώματος ἀλλότριον εἶναι φάσκων τὸν τοῦ γεννήσαντος

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
