# Thesaurus de sancta consubstantiali trinitate 75.52

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.52

Υἱὸς, πότε οὐκ ἦν ἐν τῷ Πατρί; Ἀεὶ γὰρ ἀλήθεια καὶ σοφία ἐν Θεῷ καὶ Πατρί. ΑΛΛΟ. Εἰ ἐν Υἱῷ θεωρεῖται ὁ Πατὴρ, καὶ εἰκών ἐστιν ἀπαράλλακτος τῆς τοῦ Γεννήσαντος οὐσίας, κατὰ τὸ λεγόμενον παρ' αὐτοῦ· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα,» προσεῖναι πάντως αὐτῷ ἀναγκαῖον κατὰ φύσιν ὅσα καὶ τῷ Πατρί. Ἔσται γὰρ οὕτως ἀκριβὴς ὁ χαρακτήρ. Ἀΐδιος δὲ ὁ Πατὴρ, ἀθάνατος, βασιλεὺς, κτίστης, παντοκράτωρ, Θεὸς, ποιητής· ταῦτα καὶ ὁ Υἱός. Ἢ πῶς ἐν τῷ γενητῷ τὸ ἀΐδιον φαίνεται; ἢ ἐν τῷ ποτε μὴ ὄντι τὸ τέλειον, ἢ ἐν τῷ ποιήματι ὁ ποιητής; Αἱ γὰρ εἰκόνες ἀεὶ πρὸς τὰ ἀρχέτυπα τὴν ἐμφέρειαν ἔχουσιν. Ἐρώτησις αἱρετικῶν ὡς πρὸς ἀνοήτους γυναῖκας αὕτη. Εἰ εἶχες, φασὶν, υἱὸν πρὶν τέκῃς; Ὥσπερ δὲ οὐκ εἶχες, οὕτω καὶ ὁ Θεός. Οὐκοῦν ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός. Τί οὖν πρὸς τοῦτο; Εἰ ἐπ' ἀναιρέσει τῆς ἀϊδιότητος τοῦ Υἱοῦ τὰ τῆς ἀνθρωπότητος ἴδια τῇ θείᾳ φύσει περιτιθέντες οὐκ αἰσχύνονται, ἐρωτάτωσαν καὶ τῶν ἀρχιτεκτόνων τινὰς, εἰ δύνανται χωρὶς ὕλης οἰκοδομεῖν. Εἰ δὲ ἀνανεύοιεν, ὁμολογοῦντες τὸ ἀληθὲς, ὡς οὐ δύνανται, λεγέτωσαν ὕλης δεδεῆσθαι καὶ Θεὸν εἰς τὴν τῶν ὅλων κατασκευὴν ὡς ἄνθρωπον· ἵνα μηκέτι νοῆται Ποιητὴς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ ὄντα παράγων, ἀλλ' ἔκ τινος ὑποκειμένης ἀρχῆς τε καὶ ὕλης, ὡς ἄνθρωπος, μετασκευαστὴς μᾶλλον ἢ ποιητὴς εὑρισκόμενος. Εἰ δὲ τοῦτο ἄτοπον εἶναί φασι, κἀκεῖνο φευγέτωσαν· ἢ λεγέτωσαν τὴν αἰτίαν, δι' ἣν ἐπὶ μὲν τοῦ γεννᾷν οὐδὲν ἀνθρώπου πλέον ἔχειν βούλονται τὸν Θεὸν, ἐπὶ δὲ τοῦ κτίζειν οὐκέτι τὰ ἀνθρώπου προσάπτουσιν αὐτῷ. Εἰ δὲ ποιητής ἐστιν, ὡς πρέπει Θεῷ ἔσται καὶ γεννήτωρ κατὰ τὸν ἴσον τρόπον. Ἐρώτησις Ἀρειανῶν ἀτοπίας μεστὴ, πρὸς ἣν ἀντεπερώτησις ἀτοπωτέρα, ὅτι χρὴ μὴ ἀπαιδεύτως ἐρωτᾷν ἐκδιδάσκουσα. Ὁ ὢν, φασὶν, Θεὸς ὄντα τὸν Υἱὸν ἐποίησεν, ἢ μὴ ὄντα; Πρὸς τοῦτο λύσις ἤτοι ἀνθυποφορά. Ὁ ὢν Θεὸς, ὢν γέγονεν, ἢ καὶ πρὶν γένηταί ἐστιν ὤν. Καὶ, ἑαυτὸν ἐποίησεν, ἢ ἐξ οὐδενὸς ἔστι; Καὶ μηδενὸς ὄντος πρότερον, ἐξαίφνης αὐτὸς ἐφάνη; Ἐν τούτοις πᾶσα ἀπόκρισις τὸ δύσφημον ἔχει· χρὴ τοίνυν τοῖς οὕτως ἐρωτῶσι μὴ ἀποκρίνεσθαι πρὸς τὴν προταθεῖσαν πεῦσιν, ἀλλὰ μᾶλλον εὐσεβῶς λέγωμεν ὡς ἔστιν ἀΐδιος ὁ Πατήρ. Ὄντος οὖν ἀϊδίου τοῦ Πατρὸς, ὤν ἐστιν ἀΐδιος καὶ ὁ Υἱός. Ὡς γὰρ οὐκ ἄν ποτε φῶς ὀφθείη τοῦ ἰδίου ἀπαυγάσματος ἔρημον, οὕτως οὐκ ἂν εἴη Πατὴρ μὴ ὄντος Υἱοῦ, δι' οὗ καὶ Πατὴρ φαίνεται. Ἦν δὲ ἀεὶ Πατὴρ ὁ Θεὸς, ἦν ἄρα πάντως οὗ καὶ ἔστι Πατήρ.

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
