# Thesaurus de sancta consubstantiali trinitate 75.524

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.524

ἐστὶ καὶ Κύριος καὶ κτίστης ὡς Θεός. Πῶς ἐν ποιήμασιν ὁ τοιοῦτος; Πῶς δὲ ὑπὸ ζυγοῦ καὶ δουλείας ὁ πάντα ἡνιοχῶν καὶ διιθύνων ὡς Κύριος; Εἰ γὰρ μὴ τοῦτό ἐστι, προσκυνοῦντες ἁλωσόμεθα ποίημα, καὶ κτίσματι παρὰ τὸν κτίστην δουλεύοντες. Ἔχει δὲ οὐχ οὕτω τὰ καθ' ἡμᾶς· ἀληθινὸς γὰρ Θεὸς ὁ Υἱός. Οὐκ ἄρα ἐστὶ κτίσμα ἢ ποίημα. ΑΛΛΟ. «Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι τοῖς Σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ Σάββατον βεβηλοῦσι καὶ ἀναίτιοί εἰσι; Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μείζων ἐστί.» Καὶ πλέον ἔχει τὸ σέβας τοῦ ἐκ λίθων διηρτισμένου ναοῦ, Θεὸς ὁ κατοικῶν ἐν αὐτῷ καὶ ἁγιάζων αὐτὸν, οὗ καὶ εἰς δόξαν ἡ τοῦ ἱεροῦ γέγονε κατασκευή. Πλείονα πῶς οὖν τοῦ ἱεροῦ τὴν τιμὴν ἔχει Χριστὸς, εἴπερ οὐκ ἔστι Θεὸς ὁ ἐν αὐτῷ τῷ ἱερῷ προσκυνούμενος; Ἀλλ' ἔχει τὸ πλέον καὶ ἀληθεύει· πῶς γὰρ οὔ; Θεὸς ἄρα ἐστὶν ὡς Υἱὸς ἐκ Θεοῦ Πατρὸς πεφηνώς. Εἰ δὲ τοῦτο, οὐ ποίημα οὐδὲ κτίσμα ἐστίν. Οὐ γὰρ ἐπλανᾶτο λατρεύων αὐτῷ καὶ προσκυνῶν ὁ Ἰσραὴλ ἐν τῷ ἱερῷ, πρὸς ὂν εἴρηταί που· «Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.» ΑΛΛΟ. «Ἢ ποιήσατε τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐτοῦ καλὸν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἀπὸ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.» Καρπὸς δὲ τοῦ Πατρός ἐστιν ὁ Υἱός· τοιοῦτος ἂν εἴη πάντως αὐτὸς, ὁποῖόν περ ἂν ὑπάρχοι τὸ ἐξ αὐτοῦ γεννηθέν. Οὐκοῦν εἰ κτίσμα καὶ ποίημά ἐστιν ὁ Υἱὸς, ἔσται τοῦτο καὶ ὁ Πατήρ. Εἰ δὲ ἀγένητος ὁ Πατὴρ, ἀγένητος ἔσται καὶ ὁ Υἱὸς, ἐπεὶ κατά τινα τρόπον ἐκ τοῦ καρποῦ τὸ δένδρον ἐπιγνωσθήσεται. ΑΛΛΟ. Ἐβασανίζετό ποτε τῶν ἀποστόλων τὸ σκάφος, χειμῶνος ὄντος κατὰ τὴν λίμνην σφοδροῦ, καὶ πνευμάτων ἀφορήτου βίας τῶν ὑδάτων καταῤῥηγνυμένων. Τετάρτῃ δὲ φυλακῇ, ὡς ἐπὶ ξηρᾶς βαδίζων ἐπὶ τοῦ κύματος ὁ Σωτὴρ, κατὰ μέσην τὴν λίμνην τοῖς μαθηταῖς ἐπιφαίνεται. Οἱ δὲ φάντασμα βλέπειν οἰηθέντες, ὑπὸ τοῦ δέους ἔκραζον. Ὡς δὲ παρεθάρσυνεν αὐτοὺς ὁ Σωτὴρ λέγων, «Ἐγώ εἰμι, μὴ φοβεῖσθε,» μόγις μὲν τὸν φόβον ἐξέπτυσαν, εἰσδέχονται δὲ αὐτὸν εἰς τὸ σκάφος, καὶ παραχρῆμα, φησὶν, ἐκόπασεν ὁ ἄνεμος. Οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.» Τί οὖν πάλιν ἐροῦσιν οἱ τῇ ἀληθείᾳ μαχόμενοι, καὶ μόνοις τοῖς ἰδίοις ἀκολουθοῦντες θελήμασιν, ὅταν ἴδωσιν ὅλον ὁμοῦ τὸν τῶν ἀποστόλων χορὸν ὡς Θεῷ προσκυνοῦντα τῷ Υἱῷ, καὶ μεθ' ὅρκου λέγοντα, ὅτιπερ ἀληθῶς Υἱὸς εἴη Θεοῦ; Δῆλον δὲ ὅτι καὶ Θεός. Εἰ γὰρ ἓν τῶν κτισμάτων ἐστὶ κατὰ τὴν αὐτῶν ἀμαθίαν, πῶς ἀληθῶς Υἱός ἐστι τοῦ Θεοῦ; Ἀμήχανον γὰρ τὸν μὴ ἔκ τινος κατὰ φύσιν προεληλυθότα καὶ τὸ ἴδιον τῆς τοῦ

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
