# Thesaurus de sancta consubstantiali trinitate 75.545

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.545

πον ἀνθρώπου, ἢ ὡς ποίημα ποιήματος (μικρὰ γὰρ καὶ οὐ λίαν ἀξιόχρεως ἡ διαφορὰ), ἀλλ' ἐν τῷ διὰ τῶν ἔργων αὐτὸν μὲν ὁρᾶσθαι Θεὸν, καὶ πρὸς τὸ ἐντεῦθεν ἀναβαίνειν ὕψος ἀεὶ, τὸν δὲ ὡς ἄνθρωπον ὑποπίπτειν τοσοῦτον ὅσον τῆς θείας οὐσίας τὸ ἀνθρώπινον ἐλαττοῦται γένος. Εἶτα πῶς οὐ λίαν ἔσται δυσσεβὴς ὁ τὸν εἰς τοῦτο τρέχοντα τὸ ἀξίωμα τῇ τοῦ πεποιῆσθαι σμικροπρεπείᾳ περιβάλλειν ἀποτολμῶν; ΑΛΛΟ. «Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστί.» Τὸ ἄνωθεν ἐν τούτοις οὐδὲν ἕτερον οἶμαι σημαίνειν, ἢ τὸ ἐκ τῆς ἀνωτάτω πασῶν οὐσίας. Οὐ γὰρ δήπου σωματικοῖς, ἵν' οὕτως εἴπωμεν, καὶ τοπικοῖς ὑψώμασιν ἐναμβρύνεσθαι τὸν Υἱὸν ἐροῦμέν τε ἡμεῖς, ἢ καὶ τὸν ἅγιον Βαπτιστὴν διισχυρίζεσθαι δώσομεν. Ὅπου τοίνυν τὸ ἄνωθεν οὐκ ἐκ τόπου νοεῖται σωματικοῦ, ἀλλ' οὐδὲ τὴν ἀπό τινος εἰς ἕτερόν τι κίνησιν ἔχει πραγματικῶς, τί ἂν ἕτερον εἴη λοιπὸν, ἢ ὅπερ εἴπομεν φθάσαντες, αὐτῆς ἄνωθεν οὐσίας, τῆς ἐν τῷ εἶναι, θεοπρεπῶς τὸ τοῦ ἀξιώματος ὕψος ἐχούσης; Πῶς οὖν ὁ ἐντεῦθεν προεληλυθὼς Θεὸς Λόγος τὴν μὲν ἀπογεννήσασαν αὐτὸν διαψεύσεται φύσιν, ἀνατελεῖ δὲ ἡμῖν ἑτερογενής τε καὶ ἔκφυλος, ποίημα μᾶλλον καὶ οὐχ Υἱὸς, δοῦλος καὶ οὐ Δεσπότης; Πῶς δ' ἂν καὶ ἐπάνω πάντων νοηθείη λοιπὸν, ὁ διὰ τὸ εἶναι τοῖς πᾶσιν ὁμογενὴς, μετὰ πάντων ὑποκεῖσθαι παρ' ἐκείνων ἀναγκαζόμενος, εἴπερ ὄντως ἐστὶ πεποιημένος; Καὶ γὰρ ἀληθεύει λέγων ὁ Ψαλμῳδὸς, ὡς πρὸς Θεὸν καὶ Πατέρα· «Ὅτι τὰ σύμπαντα δοῦλά σου.» Τοῦτο γὰρ τὸ πρέπον τῇ κτίσει μέτρον· ὁ δὲ Υἱὸς ἐπάνω πάντων ἐστίν. Οὐκ ἄρα τῶν ὑποκειμένων δουλικῶς εἶς ὑπάρχει καὶ αὐτὸς, μᾶλλον δὲ τὸ ἐναντίως ἔχον τῷ τοιῷδε σχήματί τε καὶ πράγματι. ΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ. Εἰ ἐπάνω πάντων ἐστὶν ὁ Υἱὸς, οὐκ ἐν τοῖς πᾶσι τετάξεται, ἀλλ' ἕτερος ἔσται παρὰ πάντα καὶ ἐπάνω, τουτέστιν, ἐν ὑψηλοτέρᾳ τινὶ καὶ ἀῤῥήτῳ φύσει τὴν ὁμοίωσιν ὑπερκειμένῃ τὴν πρὸς τὰ γενητά. Τοῦτο γὰρ πάλιν ἡμῖν τὸ ἐπάνω σημαίνει, τὴν ὡς ἐν τόπῳ σωματικῶς παραιτούμενον θέσιν ἐπὶ Θεοῦ. Εἰ δὲ οὕτως ἔχει φύσεώς τε καὶ λόγων τῶν καθ' ἑαυτὸν ὁ Υἱὸς, πῶς ἂν νοοῖτο καὶ πεποιημένος; ΑΛΛΟ. Περὶ τοῦ Σωτῆρός φησιν ὁ μακάριος Βαπτιστὴς, ὅτι «Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισε ὅτι Θεὸς ἀληθής ἐστιν.» Εἰ ὁ πιστεύων οἷς ἂν λέγοι καὶ διαβεβαιοῖτο Χριστὸς, ἐσφράγισε ὅτι ὁ Θεὸς ἀληθής ἐστι· Χριστὸς ἄρα ἐστὶν ὁ Θεὸς ὁ ὢν ἀληθὴς παρὰ τῶν ἀκροωμένων πιστευόμενος· Θεοῦ δὲ οὐκ ὄντος ἐν ἡμῖν προσφάτου, πῶς ἂν εἴη γενητός; ΑΛΛΟ. Φησί που πάλιν ὁ Σωτήρ· «Ἐγώ εἰμι ἡ ζωή.» Καὶ οὕτως ἔχειν περὶ αὐτοῦ πιστευτέον, εἴ γε Θεὸς οὐ ψεύδεται. Ἀλλὰ μὴν οὐ ψεύδεται· ἀληθὴς γάρ ἐστι. Ζωὴ δὲ κατὰ φύσιν ὁ Υἱὸς, οὐκ ἄρα γενητὸς,

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
