# Thesaurus de sancta consubstantiali trinitate 75.596

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.596

καὶ οὐ φυσικῶς· Τί ποτ' ἄρα αὐτὸ καθ' ἑαυτὸ καὶ ἰδιαζόντως ἐστίν; Ἀλλ' οὐδὲν ἕτερον ἢ ἅγιον ἠκούσαμεν παρὰ ταῖς θείαις Γραφαῖς. Οὐκ ἄρα ἐκ μετοχῆς, οὐδὲ ἐκ συνθέσεως ἅγιον, ἀλλ' οὐσία καὶ φύσις ἁγιαστικὴ, καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς θεότητος, ἵν' οὕτως εἴπω, ποιότης, ὥσπερ οὖν καὶ ὁ γλυκασμὸς τοῦ μέλιτος, ἢ καὶ ἐξ ἄνθους εὐωδία. ΑΛΛΟ. Τὸ ἐκ μετοχῆς προσγενόμενόν τισιν, ὡς δοτὸν ἔσται καὶ ἀφαιρετόν. Μόνα γὰρ τὰ οὐσιωδῶς προσόντα τοῖς ἔχουσιν, ἀχωρίστως συμπεφυκότα φαίνεται. Εἰ τοίνυν ἐν προσθήκης τάξει καὶ συμβεβηκότος κεῖσθαί φασιν ἐν τῷ Πνεύματι τὸν ἁγιασμὸν, ὁμολογήσουσι πάντως ὅτι καὶ ἀποσυμβῆναι δυνήσεται. Ὥρα δὴ οὖν καὶ ἁγιότητος δίχα τὸ Πνεῦμα λέγειν εἶναι δύνασθαι, κατὰ τὸ ἐκείνων ἐπιχείρημα. Ἀλλὰ τοῦτο δυσσεβές. Οὐκ ἄρα ἐκ μετοχῆς ἅγιον τὸ Πνεῦμα, ἀλλ' ὡς ἐκ Θεοῦ φυσικῶς. ΑΛΛΟ. Πνεῦμα ἄγιον ἡ θεία Γραφὴ τὸ ἐκ Θεοῦ Πνεῦμα διηνεκῶς ἀποκαλοῦσα φαίνεται, οὐχ ἕν τι τῶν συμβεβηκότων αὐτῷ δηλοῦσα, κατὰ τὴν ἐκείνων ἀβουλίαν, ἀλλ' ὅπερ ἐστὶ κατὰ φύσιν τοῦτο σημαίνουσα, ὥσπερ οὖν εἴ τις καὶ ἄνθρωπον ὁριζόμενος τὸ τί ἐστι κατ' οὐσίαν σημαίνων, λέγοι, ὅτι ζῶον λογικὸν, θνητόν. Εἶτα πῶς οὐ σφόδρα ἐστὶν ἀτοπώτατον, τὸν μὲν ἄνθρωπον διὰ τὸ οὕτως ὁρίζεσθαι, εἶναι πάντως ὃ καὶ εἶναι πέφυκε, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἕτερόν τι παρ' ὅπερ ἐστὶ φαντάζεσθαί τινας, τοῦθ' ὅπερ ἐστὶ κατ' οὐσίαν τῆς προσκειμένης αὐτῷ σημαινούσης ἐπωνυμίας; ἅγιον γὰρ ὀνομάζεται. Οὐκοῦν εἴπερ ἐστὶ κατὰ φύσιν ἅγιον, οὐκ ἔξωθεν ἔχει τὸ εἶναι τοιοῦτο, μᾶλλον δὲ αὐτὸ, τῆς θείας ὑπάρχον οὐσίας ἐνέργεια φυσική τε καὶ ζῶσα καὶ ἐνυπόστατος, προστίθησιν ἀεὶ τῇ κτίσει τὸ τέλειον δι' ἁγιασμοῦ καὶ τῆς πρὸς ἑαυτὸ μετοχῆς. ΑΛΛΟ. Τὰ ἐφ' ἑκάστῳ τῶν ὄντων κείμενα ὀνόματα, ἢ τῶν οὐσιῶν εἰσι παραστατικὰ, ὅρον ἔχοντα τοῦ ὑποκειμένου τέλειον, ἢ λειτουργίαν τινὰ καὶ ἐπιτηδεύματος εἶδος σημαίνει, ὡς ἐν τῷ ἄνθρωπος καὶ προφήτης. Ἂν μὲν γὰρ ἄνθρωπος εἴπω, παρέστησα τοῦ κατηγορημένου, ἢ ὑποκειμένου τὴν οὐσίαν. Προφήτην δὲ λέγων, διακονίαν ἤτοι ἐπιτήδευμα δοθὲν ἀνθρώπῳ δηλῶ. Οὐκοῦν εἴπερ ἅγιον ἐκ μετοχῆς τὸ Πνεῦμα τὸ ἅγιον, λειτουργίας μᾶλλον ἤπερ οὐσίας ἔσται σημαντικὸν τοὔνομα αὐτῷ, καὶ οὐ τί ἐστι κατὰ φύσιν ἐκ τούτου μανθάνομεν, ἀλλ' ὅ τι τέτακται ποιεῖν. Οὐκοῦν ἕτερόν τι κατ' οὐσίαν ἐστὶ, καὶ ἑτέραν ἔχει τινὰ ἰδίαν ἐνέργειαν παρὰ τὴν ἁγιαστικὴν, ἢν ἔξωθεν, ὡς αὐτοὶ δυσφημοῦντές φασι, προστιθεμένην αὐτῷ καὶ ἐπισυμβᾶσαν ἔχει παρὰ Θεοῦ. Ἀτελὲς οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, τὸ δεηθὲν πληρώσεως δι' ἁγιασμοῦ. Εἶτα πῶς τὸ οὕτως ἔχον, ὡς ἐκεῖνοί φασι, τὸ ἐν τελειότητι γίνεσθαι τοῖς μετόχοις αὐτοῦ γινο-

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
