# Thesaurus de sancta consubstantiali trinitate 75.604

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.604

κοῦν ἑκάστῳ μέτρον ὁρίζον ὡς Θεὸς, πῶς οὐ λίαν ἀσεβὲς ἐπαριθμεῖν αὐτὸν τοῖς κτίσμασι, καὶ μὴ μᾶλλον ἐκ Θεοῦ πεφηνέναι λέγειν; ΑΛΛΟ. Ἐπὶ τοῖς δι' αὐτοῦ γενομένοις παρὰ τοῦ Σωτῆρος κατορθώμασιν ἐπ' ὠφελείᾳ τῶν ἐθνῶν, καυχᾶται λέγων ὁ Παῦλος· «Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν. Οὐ γὰρ τολμήσω τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος ἁγίου.» Οὐκοῦν εἰ σημεῖα καὶ τέρατα διὰ τοῦ Παύλου Χριστὸς ἐργάζεται ἐν δυνάμει Πνεύματος ἁγίου, ἐνέργειά τις φυσικὴ καὶ ζῶσα, καὶ, ἵν' οὕτως εἴπωμεν, ποιότης τῆς θεότητος τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν. Εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα τὸ ἐν Θεῷ καὶ ἐκ Θεοῦ φυσικῶς; Πῶς δὲ ἐν ποιήματι πᾶσα ἡ δύναμις τοῦ Υἱοῦ; ὅπερ ἐστὶ καὶ μόνον εἰπεῖν ἀσεβέστατον. Ἐκ τῆς πρὸς Κορινθίους αʹ. Οὐ τῆς ἐκ λόγων δεινότητος τὸ σωτήριον δεῖσθαι κήρυγμα διδάσκων ὁ Παῦλος, ἐπιστέλλει Κορινθίοις· «Κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, καὶ ὁ λόγος μου, καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει Θεοῦ.» Ἰδοὺ τὴν τοῦ Πνεύματος ἀπόδειξιν, τουτέστι τὰ διὰ τοῦ Πνεύματος ἐνεργήματα, δύναμιν εἶναί φησι τοῦ Θεοῦ. Ἐξ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ φυσικῶς τὸ Πνεῦμα αὐτοῦ τὸ πάντα ἐνεργοῦν. Πῶς οὖν κτίσμα ἢ ποίημα, τὸ ἐν ᾧ Θεὸς ὅπερ ἐστὶ κατὰ φύσιν γνωρίζεται, καθόσον ἡμῖν ἐφικτὸν, ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι; ΑΛΛΟ. Οὐδένα τῶν ἀσχήμονα μετιόντων βίον, κληρονόμον ἔσεσθαι τῆς τῶν οὐρανῶν βασιλείας εἰπὼν, πόρνους τε ἀπαριθμήσας καὶ πλεονέκτας καὶ ἅρπαγας, ἐπάγει παραχρῆμα· «Καὶ ταῦτά τινες ἦτε, ἀλλ' ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Οὐκοῦν εἰ μόνῳ Θεῷ τὸ ἐξεῖναι συγχωρεῖν ἁμαρτίας δώσομεν, ἀφίησι δὲ καὶ δικαιοῖ τὸ Πνεῦμα, ἁγίους ἀποδεικνύον τοὺς ἐν οἷς ἂν γένοιτο, Θεὸς ἄρα τὸ τὴν θείαν ἐνέργειαν ἔχων ἐν ἑαυτῷ φυσικῶς. ΑΛΛΟ. «Ἢ οὐκ οἴδατε, φησὶν, ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν, ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν Πνεῦμά ἐστιν;» Ὥσπερ οὖν ὁ τῇ πόρνῃ κολλώμενος, ἓν ὡς πρὸς αὐτὴν γίνεται, οὕτως ὁ τοῦ ἁγίου Πνεύματος μέτοχος γεγονὼς, ἓν ὡς πρὸς τὸν Κύριον γίνεται. Θεὸς οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, δι' οὗ τῷ Θεῷ κολλώμεθα, καὶ ἓν ὡς πρὸς αὐτὸν ἀποτελούμεθα, τῆς τε θείας αὑτοῦ φύσεως γινόμεθα κοινωνοὶ, διὰ τῆς

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
