# Thesaurus de sancta consubstantiali trinitate 75.628

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.628

ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ. Ἔσδρας. Καὶ εἶπε, φησὶ, Ζοροβάβελ· Ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα. Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ. Καὶ ὁ οὐρανὸς αὐτὴν καλεῖ, καὶ προσκυνεῖ, καὶ πάντα τὰ ἔργα αὐτὴν σείεται καὶ τρέμει. Ὁ αὐτός. Καὶ ἡ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ οὐκ ἔστι παρ' αὐτῇ λαμβάνειν πρόσωπα. Ἐν Ψαλμοῖς. «Ἀρχὴ τῶν λόγων σου ἀλήθεια.» Ὁ γὰρ πρῶτος καὶ ἔμφυτος καὶ οὐσιώδης ἐν Θεῷ καὶ Πατρὶ Λόγος, ἡ ἀλήθειά ἐστιν, ὁ Υἱὸς δηλαδή. Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου,» καὶ τὰ ἑξῆς, ἕως τοῦ, «Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.» Περὶ τοῦ δικαίου λέγων· «Καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι, ὅτι τὸ ἔλεός μου καὶ ἀλήθειά μου μετ' αὐτοῦ.» «Ὁδὸν ἀληθείας ᾑρετισάμην.» Ἀγαπᾷ γὰρ σοφὸς ἐν Θεῷ τὴν εὐαγγελικὴν πολιτείαν, ὡς πολὺ τῆς νομικῆς βελτίονα. Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ Λόγος σου, Κύριε, ἀλήθεια. Ὁ Σωτήρ. Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου. Ὁ Λόγος ὁ σὸς ἀλήθειά ἐστιν. Ἰωάννης ἐν Ἐπιστολῇ. Ὁ λέγων· Ἔγνωκα αὐτὸν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστὶ, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν. Ὁμοίως. Οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ' ὅτι οἴδατε αὐτὴν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν. Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν, καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν. Ὁ Παῦλος περὶ τῶν ἀπειθούντων τῷ Χριστῷ· «Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης,» τουτέστι, τὸν Ἀντίχριστον ὃν αὐτὸς ἐσήμαινε λέγων ὁ Σωτήρ· «Ἐγὼ ἦλθον ἐπὶ τῷ ὀνόματι τοῦ Πατρὸς, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.» Ὅτι εἰκών ἐστι καὶ ὁμοίωσις τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς καὶ πρόσωπον αὐτοῦ. Ἐν τῷ Ψαλτηρίῳ. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμὸν, Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ὅλην τὴν ἡμέραν ἀγαλλιάσονται. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς· ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου.

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
