Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.632
Not analysed yet
ἡμέραν ἐν ᾗ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Ἐν τῷ Εὐαγγελίῳ. Ἦλθεν Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ. Οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ. Ἐν τῷ κατὰ Ματθαῖον. Ζητεῖτε πρῶτον τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν βασιλείαν, καὶ ταῦτα. πάντα προστεθήσεται ὑμῖν. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Ἐν τῷ Μαλαχίᾳ. Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Ἐν τῷ Ἀμῶς. Κύριος ὁ ποιῶν εἰς ὕψος κρῖμα, καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν. Ὁ ποιῶν πάντα καὶ μετασκευάζων, Κύριος ὄνομα αὐτῷ. Ἐν τῷ Δανιήλ. Καὶ εἶπε Γαβριὴλ πρὸς Δανιήλ· Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας, καὶ ἀπαλεῖψαι ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι Ἅγιον ἁγίων. Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι. Ἐν τῷ Ἡσαΐᾳ. Καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν. Ἐν τῷ Ψαλτηρίῳ. Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. Δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου, Κύριε, ἀλήθεια. Ἐν τῷ μεμαθηκέναι τὰ κρίματα τῆς δικαιοσύνης σου, τὰ δικαιώματά σου φυλάξω. Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει. Ἕως οὗ δικαιοσύνη ἐπιστρέψει εἰς κρίσιν, καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ Θεὸς κριτής ἐστιν. Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω. Κύριε, σὺ ἔγνως τὴν δικαιοσύνην μου.