Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.637
Not analysed yet
Ἐν τῷ Ἰεζεχιήλ. Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου. Ἐν τῇ Ἐξόδῳ. Καὶ εἶδεν Ἰσραὴλ τοὺς Αἰγυπτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ εἶδεν Ἰσραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησε Κύριος τοῖς Αἰγυπτίοις. Καὶ ἐφοβήθη ὁ λαὸς τὸν Κύριον, καὶ ἐπίστευσαν τῷ Θεῷ καὶ Μωσῇ τῷ θεράποντι αὐτοῦ. Ἐν τῷ Ψαλτηρίῳ. Καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου, καὶ ἔδωκάς μοι ὑπασπισμὸν σωτηρίας μου, καὶ ἡ δεξιά σου ἀντελάβετό μου. Ἐν τῇ Ἐξόδῳ. Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ, ἡ δεξιά σου χεὶρ, Κύριε, ἔθραυσεν ἐχθρούς. Ἐν τῷ Ψαλτηρίῳ. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. Καὶ εἶπα· Νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς· ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτὴν ἣν ἐφύτευσεν ἡ δεξιά σου. Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. Δικαιοσύνης πλήρης ἡ δεξιά σου. Ἐν τῇ Ἐξόδῳ. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Εἴσελθε πρὸς Φαραὼ, καὶ ἐρεῖς αὐτῷ· Τάδε λέγει ὁ Θεὸς τῶν Ἑβραίων· Ἐξαπόστειλον τὸν λαόν μου. Καὶ εἰ ἔτι ἐγκρατεῖς αὐτοῦ, ἰδοὺ χεὶρ Κυρίου ἔσται ἐν τοῖς κτήνεσί σου τοῖς ἐν τοῖς πεδίοις. Ἐν Ψαλτηρίῳ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος. Ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. Δεξιὰ Κυρίου ἐποίησεν δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐνώπιον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. Ἐν τῷ Ἀριθμῷ. Ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαὸς, ἐν οἷς εἰμι ἐν αὐτοῖς. Καὶ σὺ εἶπας, Κύριε· Κρέα δώσω αὐτοῖς, καὶ φάγονται μῆνα ἡμερῶν. Μὴ πρόβατα καὶ βόες σφαγίσονται αὐτοῖς καὶ ἀρκέσει αὐτοῖς; Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Μὴ ἡ χεὶρ Κυρίου οὐκ ἐξαρκεῖ; Ἤδη γνώσῃ εἰ ἐπικαταλήψεταί σε ὁ λόγος μου. Ὅτι δύναμίς ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός. Ἐν τῷ Ἀποστόλῳ. Κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ, ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη. Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως.