# Thesaurus de sancta consubstantiali trinitate 75.64

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.64

Πρὸς τοῦτο λύσις. Ἀλλ' ἔστι τοῦτο φλυαρία πολλὴ, καὶ ἀνοίας ἀσυγκρίτου σαφὴς ἀπόδειξις. Τίνι γὰρ οὐκ ἔστι δῆλον ὅτι δὴ καὶ περὶ ἑκάστου τῶν πεποιημένων ἦν ἐν τῷ Θεῷ τὸ θέλειν; Θελήσας γὰρ τὰ πάντα πεποίηκεν ὁ δημιουργός· καὶ οὐκ ἀθέλητά ἐστιν αὐτῷ τὰ παρ' αὐτοῦ πεποιημένα. Τίς οὖν ἡ διαφορὰ Υἱοῦ καὶ ποιήματος, κτίσεως καὶ γενήματος, εἰ τὸ θέλειν ἐν Θεῷ κεῖται περὶ ἀμφοῖν; Οὐκ ἄν τις εὐλόγως τῶν τοῦτο φρονούντων καταβοήσειεν, ὅτι τὰ τοσοῦτον ἀλλήλων διεστηκότα κατὰ τὸν τῆς φύσεως λόγον ἐν ἴσῳ μέτρῳ τιμᾷν ἐπιχειροῦσιν, ἐν μόνῃ προγνώσει τοῦ Θεοῦ κεῖσθαι διδόντες ἀμφότερα, καὶ πλέον οὐδὲν ἔχειν τῶν γενητῶν παραχωροῦντες τῷ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελθόντι Λόγῳ; ΑΛΛΟ. Εἰ μὴ συνῆν ὁ Υἱὸς ἀεὶ τῷ Πατρὶ ἐξ αὐτοῦ τε ὢν κατὰ φύσιν καὶ συναΐδιος, συμβέβηκε δὲ αὐτῶ τὸ εἶναι, συνέβη δηλονότι καὶ τῷ τεκόντι τὸ γενέσθαι Πατέρα. Καὶ μεταβολή τις περὶ αὐτὸν καὶ ἀλλοίωσις γενομένη φαίνεται. Ὃ γὰρ οὐκ ἦν πρότερον, καθ' ὑμᾶς, τοῦτο γέγονεν ὕστερον. Τροπῆς δὲ ἁπάσης καὶ ἀλλοιώσεως ἀνεπίδεκτος ἡ θεία φύσις. Οὐκ ἄρα συνέβη τῷ Θεῷ τὸ γενέσθαι Πατέρα· ἀλλ' ἦν αὐτῷ συναΐδιος ὁ ἐξ αὐτοῦ προελθὼν Λόγος, καθάπερ ἡ θερμότης ἐν πυρὶ, γεννητῶς ἐξ αὐτοῦ προϊοῦσα καὶ ἀεὶ συνυπάρχουσα, καὶ ἐκ φωτὸς ὁ περὶ τὰ ἔξω φωτισμός. ΑΛΛΟ, ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Εἰ τέλειος, φησὶν, ἔστιν ὁ Πατὴρ ἐν τῇ οἰκείᾳ μεγαλειότητι καὶ οὐδὲν ἐλλείπει πρὸς τοῦτο τῇ αὐτοῦ φύσει, περιττῶς ὡς πλήρωμα τῆς θεότητος αὐτοῦ ὁ Υἱὸς ἐπεισφέρεται. Πρὸς τοῦτο λύσις. Τέλειος μὲν ὁ Πατὴρ ἐν τῇ ἑαυτοῦ μεγαλειότητι· καὶ οὐκ ἄν τις τοῦτο τῶν εὖ φρονούντων ἀρνήσεται τέλειος δὲ, οὐχ ὅτι μόνον ἐστὶ Θεὸς, ἀλλ' ὅτι καὶ Πατήρ. Εἰ γὰρ ἀφέλοις τοῦ Θεοῦ τὸ εἶναι Πατέρα, ἀναιρήσεις τῆς θείας φύσεως τὸ καρπογόνον, ἵνα μηκέτι τὸ τέλειον ἔχοι, λείποντος αὐτῇ τοῦ γεννᾷν. Γνώρισμα τοίνυν τῆς τελειότητος, ἡ καρπογονία, καὶ σφαγὶς τῷ Πατρὶ τοῦ εἶναι τέλειον, ὁ ἐξ αὐτοῦ προελθὼν ἀχρόνως Υἱός. ΑΛΛΟ. Εἰ μὴ κατὰ φύσιν πρόσεστι τῇ τοῦ Πατρὸς οὐσίᾳ τὸ καρπογόνον, τέλειος δέ ἐστι καὶ δίχα τοῦ δύνασθαι γεννᾷν, περιττὸν ἄρα καὶ ἐπείσακτον ἐγγέγονεν αὐτῷ τοῦτο· μᾶλλον δὲ ἐδεήθη τούτου. Καὶ πῶς ἐστι τέλειος ὁ δεηθείς τινος; πῶς δὲ οὐκ ἄτοπον τὸ ἐπεισάγεσθαί τι τῇ θείᾳ φύσει, ὡς οὐκ ἐχούσῃ τὸ τέλειον ἐξ ἑαυτῆς; Φυσικὸν οὖν τῷ Πατρὶ τὸ καρπογόνον, καὶ διὰ τοῦτο τέλειος, ὅτι καὶ τέτοκεν οὐδενὸς τῶν ἀγαθῶν λειπόμενος.

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
