Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.648
Not analysed yet
Τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ' ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ προσῆλθεν ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ' αὐτοῦ. Ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; Λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. Ἐν τῷ Ἔσδρᾳ. Καὶ ἡ ἀλήθεια ζῇ, καὶ μένει, καὶ ἰσχύει καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ οὐκ ἔστι παρ' αὐτῇ λαμβάνειν πρόσωπον, οὐδὲ διαφορὰ, ἀλλὰ τὰ δίκαια ποιεῖ, ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν, καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις τοῖς αὐτῆς, καὶ οὐκ ἔστιν ἐν κρίσει αὐτῆς οὐδὲν ἄδικον. Καὶ αὕτη ἰσχύει, καὶ τὸ βασίλειον καὶ ἐξουσία, καὶ ἡ μεγαλωσύνη πάντων τῶν αἰώνων ἐδόθη αὐτῇ, καὶ εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας. Ἐν τῷ Δανιήλ. Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύσουσιν. Ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. Ἐν τῷ Ἱερεμίᾳ. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεύς· καὶ συνήσει, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν τῷ Ἡσαΐᾳ. Ὁ γὰρ Θεός μου μέγας ἐστὶν, οὐ παρελεύσεταί με, Κύριος κριτὴς ἡμῶν, Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος αὐτὸς ἡμᾶς σώσει. Βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόῤῥωθεν, ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον. Μακάριος ὃς ἔχει ἐν τῇ Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ. Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν. Διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν, καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος, ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται. Ἐν τῷ Σοφονίᾳ. Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλὴμ, εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ. Περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου. Βασιλεὺς Ἰσραὴλ ὁ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψει κακὰ οὐκέτι. Ἐν τῷ Ζαχαρίᾳ. Χαῖρε σφόδρα, θύγατερ Σιών·