Ancient Greek
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.65
Not analysed yet
ΑΛΛΟ, διηγηματικώτερον. Εἰ τέλειός ἐστιν ὁ Πατὴρ ἐν τῇ αὐτοῦ μεγαλειότητι κἂν μηδένα καρπὸν ἔχῃ καθ' ὑμᾶς, ἔξωθεν ἄρα καὶ οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ γέγονεν ὁ Υἱὸς, ὥσπερ καὶ τὰ ποιήματα· περιττὴ δὲ ἴσως καὶ οὐδὲ ὅλως ἀναγκαία ἡ εἰς τὸ εἶναι πάροδος αὐτοῦ, καθάπερ ἡ ἀνθρώπων τυχὸν καὶ ἡ τῶν ἄλλων ποιημάτων. Καὶ γὰρ καὶ πρὶν ἡμῶν γενέσθαι, ἦν τοῦτο Θεὸς ὅπερ νῦν ἐστι, καὶ γενομένων ἡμῶν, ἐν ταυτότητι μένει. Οὐδὲν γὰρ αὐτῷ προστίθεμεν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι καλούμενοι· οὔτε μὴν ἀφαιρησόμεθά τι τὴν θείαν φύσιν αὐτοῦ, οὔπω τὸ εἶναι λαχόντες. Ὥσπερ οὖν ἡμεῖς, ἐπειδὴ πεποιήμεθα, χάριν ἔχομεν τῷ Δημιουργῷ, ὁμολογείτω καὶ ὁ Υἱός· καὶ ἔστω πάλιν ἡμῖν κἀν τούτῳ παραπλήσιος, ἔξωθεν καὶ αὐτὸς γεγονὼς, καθάπερ ἡμεῖς. Ἀλλ' ἔστι τοῦτο βυθὸς δυσφημίας. Φεύγειν οὖν ἀναγκαῖον αὐτὸ, καὶ τῷ γεννήματι σώζειν τὸ ἐκ τῆς τοῦ γεγεννηκότος οὐσίας ὑπάρχειν· οὕτω γὰρ ἂν εἴη καὶ γέννημα. Ἀγένητος δὲ ἡ οὐσία τοῦ Πατρός· ἀγένητον ἄρα καὶ τὸ ἐξ αὐτῆς προελθὸν, τουτέστιν ὁ Υἱός. ΑΛΛΟ, ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Οὐ πάντως, φησὶ, διὰ τὸ εἶναι καρπογόνον, τέλειός ἐστιν ὁ Θεός. Ἀλλὰ Θεὸς ὢν, καὶ διὰ τοῦτο τέλειος, γέγονε καὶ Πατήρ. Πρὸς τοῦτο λύσις. Εἴπατε τοιγαροῦν ἡμῖν οἱ πρὸς τοσαύτην ἀσέβειαν ἐκβαίνειν οὐ παραιτούμενοι, εἰ ἐπισυνέβη τῷ Θεῷ τὸ γενέσθαι Πατέρα, τί ἦν ἄρα πρὶν γένηται Πατήρ; Τὸ γὰρ ὅλως ὂν, ἔστι τι πάντως· ἢ γὰρ λέγοντες οὐκ εἶναί ποτε Πατέρα τὸν Θεὸν, μαχόμενοι πάσαις εὑρεθήσεσθε ταῖς Γραφαῖς· οὐ γὰρ ἴσασι τὸν Θεὸν οὐκ ὄντα Πατέρα· ἢ καὶ αὐτοὶ συγχωροῦντες ἐνυπάρχειν ἀεὶ τῷ Θεῷ τὴν τοῦ Πατρὸς ἐπωνυμίαν, ἀναγκαίως αὐτῷ τὸ ἐξ αὐτοῦ συνεισοίσετε. Οὐ γὰρ ἂν λέγοιτο Πατὴρ οὐκ ὄντος Υἱοῦ. ΑΛΛΟ. Εἰ μέγα τι χαρίζεσθαι νομίζουσιν οἱ χριστομάχοι τῷ Θεῷ, Πατέρα μὲν ἐξ ἀρχῆς οὐχ ὁμολογοῦντες αὐτὸν, Θεὸν δὲ εἶναι διδόντες, ἀκουέτωσαν ὅτι λίαν ὑβρίζουσι, πράγματος ἀξιολογωτέρου τὴν θείαν ἀποστεροῦντες φύσιν. Θεὸς μὲν γὰρ ὡς πρὸς τὰ δοῦλα καὶ τὰ γενητὴν ἔχοντα τὴν οὐσίαν ἔχει τὴν σχέσιν· Πατὴρ δὲ ὡς πρὸς Υἱόν. Λέγοντες τοίνυν ὅτι Θεὸς μὲν ἦν ἐξαρχῆς, οὔπω δὲ καὶ Πατὴρ, τὴν πρὸς τὰ δοῦλα σχέσιν προσάπτουσι τῷ Θεῷ, τοῦ μείζονος ἀποστεροῦντες αὐτόν· κρεῖττον γὰρ τὸ Πατέρα γεννήματος εἶναι, καὶ τοσοῦτον, ὅσῳ ποιήματος Υἱὸς διαφέρει. Ἐφ' ἡμῶν μὲν γὰρ λέγεται· «Ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ.» Περὶ δὲ Υἱοῦ· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·» καὶ πάλιν πρὸς αὐτόν· «Κάθου ἐκ δεξιῶν μου.» Ὅση τίς οὖν ἐστιν ἡ διαφορὰ ποιήματος καὶ Υἱοῦ, καὶ διὰ τούτων εἰσόμεθα.