Ancient Greek
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.652
Not analysed yet
Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς, καὶ ζωοποιεῖ· οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Ἐν τῷ Ἀποστόλῳ. Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ, εἰς Πνεῦμα ζωοποιοῦν. Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. Ἐν τῷ Ἰωάννῃ. Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν. Καὶ οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ ἡ αἰώνιος. Ὁ ἔχων τὸν Υἱὸν, τὴν ζωὴν ἔχει, ὁ μὴ ἔχων τὸν Υἱὸν τοῦ Θεοῦ, τὴν ζωὴν οὐκ ἔχει. Ἐν ταῖς Πράξεσιν. Ἐξαγαγὼν δὲ αὐτοὺς ὁ ἄγγελος, εἶπε· Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. Ἐν ταῖς Παροιμίαις. Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Ἐν τῷ Βαρούχ. Ἄκουε, Ἰσραὴλ ἐντολὰς ζωῆς, ἐνωτίζεσθε γνῶναι φρόνησιν. Ὅτι βουλή ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός. Ἐν τῷ Ψαλτηρίῳ. Ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσέλαβές με. Ἐν τῷ Ἡσαΐᾳ. «Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς.» Ἐπέλαμψε γὰρ ἐν Υἱῷ τῆς μεγάλης βουλῆς. Ἐν τοῖς Ψαλμοῖς. Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. «Καὶ βουλὴ ἁγίων σύνεσις.» Σύνεσις γὰρ ἁγίων ἡ βουλὴ τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστιν ὁ Υἱός. Ἐν τῷ Ψαλτηρίῳ. «Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.» Δοξάζεται γὰρ ἐν Χριστῷ ὁ Πατὴρ κατὰ τὴν αὐτοῦ φωνήν· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς.» Ὅτι κατὰ φύσιν καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ἐν τῷ Εὐαγγελίῳ. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς