# Thesaurus de sancta consubstantiali trinitate 75.73

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.73

ἐξ αὐτοῦ, ἀλλ' ἔξωθεν, καὶ κατὰ δύναμιν τὴν ἐν βουλήσει μόνῃ τὴν συνύπαρξιν ἔχει. Πρὸς τοῦτο λύσις. Μικρὸν, ὦ βέλτιστε, σαυτὸν ἄνω σωμάτων ἔχε καὶ τῶν περὶ τὰ σώματα παθῶν· περὶ Θεοῦ γὰρ ὁ λόγος. Εἰ γὰρ οἴει καθάπερ ἄνθρωπον τίκτοντα τὸν Θεὸν ἐλαττοῦσθαί πως ταῖς ἀποῤῥοίαις, καὶ δίχα τινὸς ζημίας μὴ δύνασθαι τοῦτο ποιεῖν, μεριζόμενον ὥσπερ εἰς τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, τί κωλύσαι τὴν αὐτὴν ἐπαγαγεῖν βλασφημίαν, καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασι τοῖς προσοῦσιν αὐτῷ; Εἰ γὰρ ὡς ἄνθρωπος τίκτει ῥευστῶς, δημιουργήσει καὶ ὡς ἄνθρωπος μετὰ πόνου. Εἰ δὲ τοῦτο ἄτοπον (οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς δημιουργεῖ), οὐδὲ ὡς ἄνθρωπος ἄρα γεννήσει, ἀλλὰ τὴν ἀνθρώπου φύσιν κἀν τούτῳ πάλιν ἀναβήσεται, γεννῶν ἀμερίστως. ΑΛΛΟ. Εἰ καθάπερ ἄνθρωπος τίκτει Θεὸς, ἐργάζεται καὶ ὡς ἄνθρωπος. Καὶ ἐπειδήπερ ἡμεῖς ὕλης παρακειμένης τινὸς διὰ κινήσεως χειρῶν ἀποτελοῦμέν τι τῶν ὅσα ποιεῖν βουλόμεθα, οὕτω καὶ Θεός. Εἰ δὲ δίχα χειρῶν καὶ ὕλης ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα λόγῳ παράγει, τὴν ἀνθρώπου φύσιν νικῶν, νικήσει πάντως αὐτὴν καὶ περὶ τὸν τοῦ γεννᾷν τρόπον. ΑΛΛΟ. Τὰ συνέχοντά τινα, οἱονεὶ κύκλῳ περιτετάσθαι πάντως ἀναγκαῖον τῶν ὅσα συνέχει. Τὸ δὲ εἰς κύκλον ἐκτείνεσθαι σωμάτων ἴδιον. Πῶς οὖν τὰ πάντα συνέχει ὁ Θεὸς ἀσώματος ὢν, καὶ διὰ τοῦτο μηδὲ ἐν τόπῳ νοεῖσθαι δυνάμενος; Ἀλλὰ συνέχει τὴν ἐν τούτοις ἀκολουθίαν, ὡς Θεὸς, ἀναβαίνων. Οὐκ ἄρα τοῖς σωματικῶν ὑποκείσεται νόμοις· οὐκοῦν οὐδὲ ὡς σῶμα γεννήσει. ΑΛΛΟ. Τὸ ἐν πᾶσιν ὂν καὶ διὰ πάντων διῆκον, συμπλέκεσθαι τοῖς πᾶσιν ἀναγκαῖον. Οὔτω γὰρ ἂν εἴη καὶ ἐν πᾶσιν. Ἀλλ' οὐ συμπεπλέχθαι μὲν τὴν οὐσίαν τοῦ Θεοῦ τῇ ποικιλίᾳ τῶν ἐν κόσμῳ σωμάτων ὁμολογήσομεν· μένει γὰρ ἐφ' ἑαυτῆς καθαρά τε καὶ τῆς πρὸς ἔτερον κοινωνίας, ἀσύμπλοκος φυσικῶς· διήκει δὲ ὁ μὲν διὰ πάντων παραδόξως καὶ ἀῤῥήτως. Οὐκ ἄρα ταῖς σωμάτων ἀκολουθίαις ὑποκείσεται. Διόπερ οὐδὲ κατὰ τὴν τῶν σωμάτων φύσιν γεννήσει. ΑΛΛΟ. Εἰ ἁπλοῦς καὶ ἀσύνθετός ἐστι καὶ νοεῖται Θεὸς, πῶς διαφόρους καὶ ποικίλας ἔχει τὰς ἐνεργείας, πολλὰ ποιημάτων εἴδη κατὰ καιροὺς ἐργαζόμενος; Εἰ δὲ οὐδὲν εἰς τὸ ἁπλοῦς εἶναι βλαβήσεται διαφόρως ἐν ἑκάστῳ τῶν ὄντων ἐνεργῶν, ἐπεὶ μὴ κατὰ σῶμά ἐστιν, ἄνω σωμάτων καὶ ἐν τῷ γεννᾷν κείσεται. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ βούλεσθε, φησὶ, τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προεληλυθότα λέγειν, ἀνάγκη πρότερον ὁμολο-

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
