# Thesaurus de sancta consubstantiali trinitate 75.76

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.76

γεῖν προϋποκεῖσθαι τοῦτον ἐν αὐτῷ. Οὕτω γὰρ δὴ καὶ ἐξ αὐτοῦ προελθὼν φαίνοιτο. Καὶ εἰ τὸν Υἱὸν ἐγέννησεν ὁ Πατὴρ, καὶ ἕτερον ἐπ' αὐτῷ οὐδένα τέξεται (μονογενὴς γὰρ), ἀφῃρῆσθαι καὶ αὐτὸν ἀνάγκη λέγειν τῆς γεννητικῆς δυνάμεως, ἠλαττῶσθαι δὲ καὶ ἐκ μέρους, γεννηθέντος ἅπαξ τοῦ Υἱοῦ καὶ μηκέτι ὄντος ἐν αὐτῷ καθάπερ καὶ πρότερον. Πρὸς τοῦτο λύσις. Πάλιν τὰ σωμάτων ἴδια τῇ τοῦ Θεοῦ φύσει περιτιθεὶς οὐκ ἐρυθριᾷς; Οὐ γὰρ καθάπερ σῶμα ἐν σώματι τὸν Υἱὸν ἐν Πατρὶ κεῖσθαι δίκαιον ἐννοεῖν. Οὐδὲ ὥσπερ τὰ ἐξ ἡμῶν γεννώμενα τῇ τῶν γεννώντων ὀσφύϊ περιέχεσθαι πιστεύειν εὐπρεπὲς, οὕτω καὶ ἐπὶ τοῦ θείου γεννήματος φρονητέον. Εἰ γάρ τις εἰς τοῦτο προβαίνει τόλμης ὡς εἰς τὴν τῶν σωμάτων ἀθλιότητα τὴν ἄῤῥητον τοῦ Θεοῦ καταφέρειν οὐσίαν, τί κωλύσει λέγειν μηδὲ ὅλως γεγεννηκέναι τὸν Πατέρα; Ἐπεὶ τὸ τίκτειν μητρὶ μᾶλλον ἢ ἀνδρὶ πρεπωδέστερον; Ἐπειδὴ δὲ οὔτε σῶμα Θεὸς, οὔτε μὴν τὴν ἐν τοῖς σώμασιν ἔχει διαφορὰν (ἄρσεν γὰρ καὶ θῆλυ μόνον ἐν τοῖς τῶν σωμάτων ζητεῖται σχήμασιν), ἁπλοῦς δὲ καὶ ἀσώματος, καὶ αὐτὸ δὴ τοῦτο νοῦς ὁ πάντων καθαρώτατος, διὰ ταύτην οἶμαι τὴν αἰτίαν χρῆναι δεῖν τοὺς ὅσοι τὴν ἐπ' αὐτοῦ γέννησιν ἐξετάζειν βούλονται, τὰς ἐκ νοῦ καρποφορίας ζητεῖν, καὶ ταύταις μᾶλλον ἐξομοιοῦν ἐπείγεσθαι τοῦ Λόγου τὴν γέννησιν, καὶ μὴ λέγειν σωμάτων ἀγονώτερον εἶναι Θεὸν, ἐπεὶ μὴ ὡς σῶμα γεννᾷ. Γεννᾷν μὲν γὰρ καὶ τὸν ἀνθρώπινον νοῦν πάντως ἂν ὁμολογήσαιμεν διαλογισμοὺς ἀγαθούς. Ἀπὸ γὰρ τῆς καρδίας ὁ ἀγαθὸς ἄνθρωπος, καθά φησιν ὁ Σωτὴρ, προφέρει τὰ ἀγαθά. Εἰ τοίνυν ἀσεβὲς εἰπεῖν τὸν ἀνθρώπινον νοῦν καρπὸν οὐκ ἔχειν, καὶ τοῦ Κυρίου φάσκοντος καὶ αὐτοῦ δὲ βοῶντος τοῦ πράγματος, πῶς οὐκ ἄτοπον τὸν ὑπὲρ πάντα νοῦν ἄκαρπον εἶναι λέγειν, καὶ τῆς πρεπούσης αὐτῷ καρποφορίας ἀποστερεῖν; ἢ εἰ λέγονται γεννᾷν, ὑποκεῖσθαι ταῖς τῶν σωμάτων ἀνάγκαις ὑπολαμβάνειν, καὶ οὕτως αὐτὸν ὡς σῶμα γεννᾷν, οὐδὲ τοῦ ἐν ἡμῖν ὑπάρχοντος νοῦ κατὰ τὸν τῶν σωμάτων γεννῶντος νόμον; Ὁ δὲ ἄνω πάντων ἀναβεβηκὼς καὶ πάντα ὑπερκείμενος Θεὸς, πῶς οὐ γεννήσει καὶ ὑπὲρ νοῦν, οὐκ ἀποβολὴν ἢ ἀπόῤῥοιαν προϋποκειμένου τινὸς ὑπομένων, ἀλλ' ἐκλάμψας ἀμερίστως ἐξ ἑαυτοῦ τὸν Υἱὸν, κατὰ τὸν ἄῤῥητόν τε καὶ ἄφραστον τῆς θείας γεννήσεως τρόπον; ΑΛΛΟ. Πᾶν ὅπερ ἂν καθ' ὁμοίωσιν γένοιτό τινος, ἀπολείπεται πάντως τῆς πρὸς τὸ πρωτότυπον ἰσότητος, καὶ τῆς ἐκείνου δόξης ἐστὶ δεύτερον. Ἄγεται τοίνυν διὰ δυνάμεως Θεοῦ πρὸς καρπογονίαν ἡ γενητὴ φύσις, πρὸς ἐκείνην μορφουμένη διὰ χάριτος τὴν ὄντως καὶ ἀληθῶς καρπογόνον. Ἄρ' οὖν ἀπολειφθήσεται πάντως καὶ τῆς ἐκείνῃ προσούσης ἀληθείας περὶ τὸν τοῦ γεννᾷν τρόπον· καὶ γεννήσει μὲν, οὐχ ὡς ἐκεῖνο δὲ, πρὸς ὃ καὶ μεμόρφωται. Εἰ δὲ τοῦτο ἀληθὲς, γεννή-

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
