Ancient Greek
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.77
Not analysed yet
σει μὲν ὁ Θεὸς, οὐχ ὡς ἡ κτίσις δὲ κατὰ χάριν καὶ ταύτην λαβοῦσα τὴν πρὸς αὐτὸν ὁμοίωσιν, ἀλλ' ὑπὲρ πάντα τὰ γενητά. ΑΛΛΟ. Ἐρώτησις ὡς ἐκ τοῦ Εὐνομίου. Ὁ Πατὴρ ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν, καθάπερ ὑμεῖς φατε οἱ ἐπὶ πολλῇ λίαν ὀρθότητι δογμάτων ἀποσεμνυνόμενοι· ἀλλ' ὁρᾶτε καὶ τοῦτο. Τέλειος ἦν ὁ Πατὴρ πρὸ τῆς γεννήσεως τοῦ Υἱοῦ, ἀλλ' εἰ γεννήσας εἰς δυάδα μεμέρισται, πῶς ἔτι τὸ τέλειον ἕξει; εἰ μὴ ἄρα γέγονε περὶ τὴν οὐσίαν αὐτοῦ πληθυσμὸς, οἱονεὶ τὸ κενωθὲν ἀναπληρῶν. Ἀνάγκη γὰρ πᾶσα τὸ ἐξ ἑνάδος εἰς δυάδα τεμνόμενον, ἔλαττον ἑαυτοῦ φαίνεσθαι, εἰ μή τις αὔξη παρεισδραμοῦσα προσθείη τὸ ἐκλελοιπός. Εἰ δὲ τοιοῦτον οὐδὲν περὶ τὴν θείαν οὐσίαν συμβαίνειν δύναται, οὐκ ἐγέννησεν ἄρα ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ, ἵνα μὴ φαίνηται μεριζόμενος· ὑπέστησε δὲ αὐτὸν ὅμοιον ἑαυτῷ κατὰ πάντα. Πρὸς τοῦτο λύσις. Ἔστι μὲν καὶ ἐξ ἑτέρων ἰδεῖν ὅτι πολλὴν οἱ χριστομάχοι νοσοῦσι φρενῶν ἐρημίαν, οὐδὲν δὲ ἧττον καὶ διὰ τούτων. Πλανῶνται γὰρ ὄντως, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Πῶς γὰρ ὅμοιον ἕσται κατὰ πάντα τῷ ἀκτίστῳ καὶ ἀεὶ ὄντι Θεῷ καὶ Πατρὶ, τὸ ἐξ οὐκ ὄντων εἰς ὑπόστασιν ἐνεχθέν; Εἰ γὰρ ὅλως ὑπέστη, οὐκ ἦν δηλονότι ποτέ. Πῶς δὲ οὐκ αἰσχύνονται μερισμοὺς καὶ ἀποτομὰς περὶ τὴν θείαν γέννησιν εἰσφέροντες, καὶ τοῖς τῆς γενητῆς φύσεως νόμοις ὑποτιθέντες τὴν ἄῤῥητον οὐσίαν; Οὐ γὰρ δή που τοῖς οἰκείοις ποιήμασιν ἴσος ἔσται Θεὸς, οὐδὲ οὕτω γεννήσει καθάπερ ἐκεῖνα· ἀλλ' ὥσπερ ἐν ἅπασιν ὑπερέχει αὐτῶν, οὕτως ὑπερέξει κἀν τούτῳ. Καὶ εἰ πάσης ἄνω γενητῆς οὐσίας ἐστὶν ὁ Θεὸς καὶ Πατὴρ, ἄνω πάλιν αὐτῆς ἔσται καὶ κατὰ τὸν ἐν τῷ γεννᾷν τρόπον, ἀῤῥήτως τοῦτο ποιῶν καὶ θεοπρεπῶς. ΑΛΛΟ. Μερισμοὺς καὶ ἐλαττώσεις ὑπομένειν, αὔξην τε καὶ πληθυσμὸν, καὶ τὰς ἐν τῷ τίκτειν ἀποῤῥοίας σωμάτων, ἴδιον καὶ τῶν ὅσα τῆς γενητῆς οὐσίας ἐστίν. Εἰ τοίνυν οὕτω τίκτει Θεὸς, ὥσπερ καὶ τὰ σώματα, καὶ κρατήσει νόμος ἐπ' αὐτοῦ τοιοῦτος ὁποῖος ἐν τοῖς πεποιημένοις, οὕτω καὶ δημιουργήσει καθάπερ καὶ τὰ σώματα, ὀργάνοις δηλαδὴ καὶ χερσὶ κεχρημένος. Εἰ δὲ τῆς σωματικῆς καὶ γενητῆς φύσεως οὕτω δυναμένης δημιουργεῖν καὶ οὐχ ἑτέρως, λόγῳ τὰ πάντα Θεὸς ἐργάζεται, καὶ ἐν τῇ αὐτοῦ βουλήσει τὰ ὄντα τὴν σύστασιν ἔχει, πῶς οὐ γελοῖον ἐν τοῖς ἀξιολογωτέροις καὶ μείζοσι μὴ ἄνω κεῖσθαι πάθους τὸν Θεὸν, μηδὲ ἐξάλλεσθαι τὰ τοῖς σώμασιν εἰωθότα συμβαίνειν περὶ τὸ γεννᾷν, ἀλλ' ὡς ἐξ ἀνάγκης οὕτως εἶναι περὶ τὸ γεννᾷν, καθάπερ καὶ τὰ σώματα. Ὥσπερ οὖν δημιουργεῖ μὲν οὐχ ὡς ἄνθρωπος, οὐδὲ ὡς σῶμα, οὕτω καὶ γεννᾷ ταῖς τῶν σωμάτων συνηθείαις οὐχ ὑποκείμενος.