# Thesaurus de sancta consubstantiali trinitate 75.80

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.80

ΑΛΛΟ, διηγηματικῶς. Ὁ Πατὴρ ἐξέλαμψεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ἀμερίστως τε καὶ ἀδιαστάτως, ὥσπερ οὖν καὶ ὁ ἥλιος τὸ ἐξ αὐτοῦ πεμπόμενον ἀπαύγασμα. Ἀλλ' ἐκεῖνο μὲν οὐκ ἰδιοσύστατον οὐδὲ τὴν οὐσίαν ἐντελὲς αὐτὸ καθ' αὑτό· ἔχει γὰρ ἐν τῷ ἡλίῳ τὸ εἶναι· τὸ δὲ θεῖον γέννημα μόνον ἔχον ἐκ τοῦ παραδείγματος τὸ ἐκ Πατρὸς προελθεῖν ἀμερίστως καὶ ἀδιαστάτως, ἰδίαν ἔχει τὴν ὕπαρξιν οὐ κεχωρισμένην τοῦ Πατρὸς, ἀλλ' ἐν Πατρὶ καὶ μετὰ Πατρὸς νοουμένην καὶ ὑπάρχουσαν. Τὸ δὲ λέγειν ὅτι τομὴ καὶ ἀποκοπὴ περὶ τὴν γέννησιν αὐτοῦ γέγονε, μανίας ἀμέτρου σημεῖόν ἐστιν. Ἐπειδὴ γὰρ οὐκ ἐν τόπῳ περιείληπται τὸ θεῖον, οὐδὲ ἐν τόπῳ τοιούτῳ τὸ ἐξ αὐτοῦ. Τὸ δὲ μὴ ὂν ἐν τόπῳ, ἢ καὶ μὴ εἶναι δυνάμενον, πῶς ἐπιδέχεται μερισμόν; Ποῖ γὰρ χωρήσει τὸ τεμνόμενον; ἢ ἐκ τίνος εἰς τί μετοιχήσεται; ταῦτα γὰρ σωμάτων μὲν ἴδια, τῆς δὲ ἀσωμάτου φύσεως παντελῶς ἀλλότρια. Μὴ τοίνυν δυσσεβῶς ἀναπλάττωσάν τινες περὶ τὴν θείαν γέννησιν τάς τε καλουμένας ἀποῤῥοίας, καὶ μερισμοὺς, καὶ ὅσα πρὸς ταῦτα τὴν συγγένειαν ἔχει. Ἄνω γὰρ πάθους καὶ μερισμοῦ καὶ τομῆς, ἡ τῶν πάντων ὑπερκειμένη φύσις, καὶ οὐκ ἐπιδέξεται τὰ σωμάτων ἴδια. Ἀλλ' ὥσπερ δημιουργεῖ παραδόξως, οὐ κατὰ τὸν τῆς κρατούσης παρ' ἡμῖν συνηθείας νόμον, οὕτω καὶ γεννήσει τὸ ἐξ αὐτῆς ξένως ἢ καθ' ἡμῶν. Ὑποδείγματα μερικῶς σημαίνοντα τὸ, πῶς ἀμερίστως ἐκ Πατρὸς προῆλθεν ὁ Υἱός. Ὁ λόγος οὗτος ὁ προφορικὸς ᾧ κεχρήμεθα, εἰς νοῦν καὶ ἐκ νοῦ γεννᾶται, καὶ δοκεῖ μὲν ἕτερος εἶναι παρὰ τὸν ἐν καρδίᾳ στρεφόμενον, καθὸ ἔξω στόματος γίγνεται πεμπόμενος ὥσπερ ἐκ βάθους εἰς φῶς. Ἔστι δὲ πάλιν ἐν αὐτῷ, καὶ ὅμοιος αὐτῷ κατὰ πάντα. Ἔστι γὰρ ἰδεῖν ἐν αὐτῷ λόγῳ τὸν ἐν καρδίᾳ κληθέντα λογισμὸν, καὶ πάλιν ἐν τῷ νῷ τὸν λόγον ἔτι σιωπώμενον. Οὕτω καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, ἀμερίστως ἐκ Πατρὸς προελθὼν, χαρακτήρ ἐστι καὶ ὁμοίωμα τῆς ἰδιότητος αὐτοῦ, Λόγος ὢν ἐνυπόστατος καὶ ζῶν ἐκ ζῶντος Πατρός. ΑΛΛΟ. Οὕτως ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ ἀμερίστως, ὡς ἂν εἰ σοφὸς ἀποτέκοι νόημα σοφὸν, μηχανικὴν τυχὸν, ἢ γεωμετρίαν, ἢ ἕτερόν τι τῶν τοιούτων. Δοκεῖ μὲν γάρ πως σοφίας εἶναι καρπὸς τὰ τοιαῦτα, καὶ οὕτως ἔχει τὴν φύσιν· ἀλλ' οὐ μεμέρισται τῆς σοφίας ἡ ἐξ αὐτῆς ἐπινοηθεῖσα τέχνη· ἀλλ' ἔστιν ἐξ αὐτῆς καὶ ἐν αὐτῇ τὴν τεκοῦσαν ἐξεικονίζουσα, καὶ ἀμερίστως ἕτερόν τι παρ' αὐτὴν εἶναι δοκοῦσα. Οὕτως ἡ Υἱοῦ γέννησις, ἀμερίστως οὖσα ἐκ Πατρὸς, ἐν ἰδίᾳ ὑποστάσει σώζεται, τὴν τοῦ παραδείγματος ὑπεραίρουσα δύναμιν. ΑΛΛΟ. Οἱ τὴν ἐν τοῖς θείοις δόγμασι ζητοῦντες ἀκρίβειαν, οὐ ταῖς ἀνθρωπίναις ἐνατενίζουσιν ἀκολουθίαις. Οὐδὲ ἐπειδὴ γεγέννηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἠλαττῶσθαι

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
